Τριεφῶν
ἀλλὰ τί τοῦτο; οὐχὶ Κλεόλαος οὗτός ἐστιν, ὁ τοῖς ποσὶ μακρὰ βιβάς, σπουδῇ δὲ ἥκει καὶ κατέρχεται; μῶν ἐπιφωνήσομεν αὐτῷ;
Κριτίας
Καὶ μάλα.
Τριεφῶν
Κλεόλαε, μή τι παραδράμῃς γε ποσὶ μηδὲ παρέλθῃς, ἀλλ’ ἐλθὲ χαίρων, εἴ γέ που μῦθον φέρεις.
Κλεόλαος
Χαίρετ’ ἄμφω, ὦ καλὴ ξυνωρίς.
617
Τριεφῶν
Τίς ἡ σπουδή; ἀσθμαίνεις γὰρ ἐπὶ πολύ. μῶν τι καινὸν πέπρακται;
Κλεόλαος
Πέπτωκεν ὀφρὺς ἡ πάλαι βοωμένη Περσῶν,
καὶ Σοῦσα κλεινὸν ἄστυ.
πεσεῖ δ’ ἔτι γε πᾶσα χθὼν Ἀραβίας
χειρὶ κρατοῦντος εὐσθενωτάτῳ κράτει.
Philopatris. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.