Κριτίας
οἱ δὲ ὡς ἅπαντα κατωρθωκότες κατεφλυάρουν τὰ αὑτῶν ἐράσμια, ὡς μεταλλαγῶσι τὰ πράγματα, ἀταξίαι δὲ καὶ ταραχαὶ τὴν πόλιν καταλήψονται, τὰ στρατόπεδα ἥττονα τῶν ἐναντίων γενήσονται. τοῦτο ἐχταραχθεὶς καὶ ὥσπερ πρῖνος καόμενος οἰδηθεὶς διάτορον ἀνεβόησα, Ὦ, δαιμόνιοι ἀνδρῶν, μὴ μεγάλα λίαν λέγετε
θήγοντες ὀδόντας κατ’ ἀνδρῶν θυμολεόντων πνειόντων δόρυ καὶ λόγχας καὶ λευκολόφους τριφαλείας.
614
ἀλλὰ ταῦθ’ ὑμῖν ἐπὶ κεφαλὴν καταβήσεται, ὡς τὴν πατρίδα ὑμῶν κατατρύχετε· οὐ γὰρ αἰθεροβατοῦντες ταῦτα ἠκηκόητε, οὐ τὴν πολυάσχολον μαθηματικὴν κατωρθώκατε. εἰ δέ γε μαντεῖαι καὶ γοητεῖαι ὑμᾶς παρέπεισαν, διπλοῦν τὸ τῆς ἀμαθίας· γυναικῶν γὰρ εὑρέματα ταῦτα γραϊδίων καὶ παίγνια· ἐπὶ πολὺ γὰρ τὰ τοιαῦτα αἱ τῶν γυναικῶν ἐπίνοιαι μετέρχονται.
Philopatris. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.