Τριεφῶν
Τί τοῦτο, ὦ Κριτία; ὅλον σεαυτὸν ἠλλοίωσας καὶ τὰς ὀφρῦς κάτω συννένευκας, μύχιον δὲ βυσσοδομεύεις ἄνω καὶ κάτω περιπολῶν κερδαλεόφρονι ἐοικὼς κατὰ τὸν ποιητήν
ὠχρός τέ σευ εἷλε παρειάς. μή που τρικάρηνον τεθέασαι ἢ Ἑκάτην ἐξ Ἅιδου ἐληλυ θυῖαν,
585
ἢ καί τινι θεῶν ἐκ προνοίας συνήντηκας; οὐδέπω γάρ σε τοιαῦτα εἰκὸς παθεῖν, εἰ καὶ αὐτὸν ἠκηκόεις, οἷμαι, τὸν κόσμον κλυσθῆναι ὥσπερ ἐπὶ τοῦ Δευκαλίωνος. σοὶ λέγω, ὦ καλὲ Κριτία, οὐκ ἀΐεις ἐμοῦ ἐπιβοωμένου τὰ πολλὰ καὶ ἐς βραχὺ γειτνιάσαντος; δυσχεραίνεις καθ’ ἡμῶν ἢ ἐκκεκώφωσαι ἢ καὶ ἐκ τῆς χειρὸς παλαιστήσοντα ἐπιμένεις;
Κριτίας
Ὦ Τριεφῶν, μέγαν τινὰ καὶ ἠπορημένον λό γον ἀκήκοα καὶ πολλαῖς ὁδοῖς διενειλημένον καὶ ἔτι ἀνα πεμπάζω τοὺς ὕθλους καὶ τὰς ἀκοὰς ἀποφράττω, μή που ἔτι ἀκούσαιμι ταῦτα καὶ ἀποψύξω ἐκμανεὶς καὶ μῦθος
586
τοῖς ποιηταῖς γενήσομαι ὡς καὶ Νιόβη τὸ πρίν. ἀλλὰ κατὰ κρημνῶν ὠθούμην ἂν ἐπὶ κεφαλῆς σκοτοδινήσας, εἰ μὴ ἐπέκραξάς μοι, ὦ τάν, καὶ τὸ τοῦ Κλεομβρότου πήδημα τοῦ Ἀμβρακιώτου ἐμυθεύθη ἐπ’ ἐμοί.
Philopatris. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.