Κυνικός
τέ δὲ καὶ λέγειν, ὅσα τῶν ἀφροδισίων ἕνεκα [πράγματα] ποιοῦσί τε καὶ πάσχουσιν οἵ ἄνθρωποι; καίτοι ῥᾴδιον θεραπεύειν ταύτην τὴν ἐπιθυμίαν, εἰ μή τις ἐθέλοι τρυφᾶν. καὶ οὐδ’
545
εἰς ταύτην ἡ μανία καὶ διαφθορὰ φαίνεται τοῖς ἀνθρώποις ἀρκεῖν. ἀλλ’ ἤδη καὶ τῶν ὄντων τὴν χρῆσιν ἀναστρέφουσιν ἑκάστῳ χρώμενοι πρὸς ὃ μὴ πέφυκεν, ὥσπερ εἴ τις ἀνθ’ ἁμάξης ἐθέλοι τῇ κλίνῃ καθάπερ ἁμάξῃ χρήσασθαι.
Λυκίνος
Καὶ τίς οὗτος;
Κυνικός
Ὑμιεῖς, οἱ τοῖς ἀνθρώποις ἅτε ὑποζυγίοις χρῆσθε, κελεύετε δὲ αὐτοὺς ὥσπερ ἁμάξας τὰς κλίνας τοῖς τραχήλοις ἄγειν, αὐτοὶ δ’ ἄνω κατάκεισθε τρυφῶντες καὶ ἐκεῖθεν ὥσπερ ὄνους ἡνιοχεῖτε τοὺς ἀνθρώπους ταύτην, ἀλλὰ μὴ ταύτην τρέπεσθαι κελεύοντες· καὶ οἱ ταῦτα μάλιστα ποιοῦντες μάλιστα μακαρίζεσθε.
Cynicus. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.