Ἀρχίας
ταῦτα εἰπών, Μὴ πρόσαγέ μοι τὴν χεῖρα, ἔφη· τὸ κατ’ ἐμὲ γὰρ οὐδὲν παράνομον ὁ νεὼς πείσεται, τὸν δὲ θεὸν προσειπὼν ἑκὼν ἕψομαι. κἀγὼ μὲν ἦν ἐπὶ τῆς ἐλπίδος ταύτης, καὶ τὴν χεῖρα τῷ στόματι προσαγαγόντος, οὐδὲν ἀλλ’ ἢ προσκυνεῖν ὑπελάμβανον.
Ἀντιπάτηρ
Τὸ δὲ τί δή ποτε ἦν;
Ἀρχίας
Ὕστερον βασάνοις θεραπαίνης ἐφωράσαμεν πάλαι φάρμακον αὐτὸν τεταμιεῦσθαι λύσει ψυχῆς ἀπὸ σώματος ἐλευθερίαν κτώμενον. οὐ γὰρ οὖν ἔφθασεν ὑπερβὰς τὸν οὐδὸν τοῦ νεώ, καὶ πρὸς ἐμὲ βλέψας, Ἄγε δὴ τοῦτον, ἔφη, πρὸς Ἀντίπατρον, Δημοσθένην δὲ οὐκ ἄξεις, οὐ μὰ τοὺς . . . . κἀμοὶ μὲν ἐφαίνετο προσθήσειν τοὺς ἐν Μαραθῦνι πεπτωκότας.
Demosthenis encomium. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.