Ἀντιπάτηρ
ἀλλ’ ἀνίστησι μὲν ἄκοντας οἷον ἐκ μανδραγόρου καθεύδοντας τοὺς αὑτοῦ πολίτας, ὥσπερ τομῇ τινι καὶ καύσει τῆς ῥᾳθυμίας τῇ παρρησίᾳ χρώμενος, ὀλίγον τοῦ πρὸς ἡδονὴν φροντίσας. μετατίθησι δὲ τῶν χρημάτων τοὺς πόρους ἀπὸ τῶν θεάτρων ἐπὶ τὰ στρατόπεδα, συντίθησι δὲ τὸ ναυτικὸν νόμοις τριηραρχικοῖς ὑπὸ τῆς ἀταξίας μόνον οὐ τελέως διεφθαρμένον, ἐγείρει δ’ ἐρριμμένον
518
ἤδη χρόνου πρὸς τὴν δραχμὴν καὶ τὸ τριώβολον τὸ τῆς πόλεως ἀξίωμα, πάλαι τούτους κατακεκλιμένους εἰς τοὺς προγόνους ἐπανάγων καὶ τὸν ζῆλον τῶν Μαραθῶνι καὶ Σαλαμῖνι κατειργασμένων, συνίστησι δ’ ἐπὶ συμμαχίας καὶ συντάξεις Ἑλληνικάς. τοῦτον οὐ λαθεῖν ἐστιν, οὐ φενακίσαι, οὐ πρίασθαι οὐ μᾶλλον ἢ τὸν Ἀριστείδην ἐκεῖνον ὁ Περσῶν βασιλεὺς ἐπρίατο.
Demosthenis encomium. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.