Ἀντιπάτηρ
ἐγὼ δέ, ὦ Παρμενίων, ἔφη, εἰ μέν
516
τις Ἀθηναῖος ὢν ἐν Ἀθήναις λέγων ἐμὲ τῆς πατρίδος προτιμᾷ, τούτοις ἀργύριον μὲν προέμην ἄν, φιλίαν δ’ οὐκ ἄν· εἰ δέ τις ὑπὲρ τῆς πατρίδος ἐμὲ μισεῖ, τούτῳ προσπολεμῶ μὲν ὡς ἀκροπόλει καὶ τείχει καὶ νεωρίοις καὶ τάφρῳ, θαυμάζω δὲ τῆς ἀρετῆς καὶ μακαρίζω γε τοῦ κτήματος τὴν πόλιν. καὶ τοὺς μὲν ἔξω τῆς χρείας γενόμενος ἥδιστ’ ἂν προσαπολέσαιμι, τὸν δὲ βουλοίμην ἂν ἐνταυθοῖ παρ’ ἡμῖν τυχεῖν γενόμενον μᾶλλον ἢ τὴν Ἰλλυριῶν ἵππον καὶ Τριβαλλῶν καὶ πᾶν τὸ μισθοφορικόν, τῆς ὅπλων βίας τὴν τοῦ λόγου πειθὼ καὶ τὸ τῆς γνώμης ἐμβριθὲς οὐδαμῆ τιθεὶς δεύτερον.
Demosthenis encomium. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.