Ἀρχίας
Χαῖρε, ὦ Ἀντίπατρε.
Ἀντιπάτηρ
Τί δ’ οὐ μέλλω χαίρειν, εἰ Δημοσθένην ἤγαγες;
Ἀρχίας
Ἤγαγον, ὡς ἐδυνάμην· ὑδρίαν γὰρ κομίζω τῶν Δημοσθένους λειψάνων.
Ἀντιπάτηρ
Ἀπ᾿ ἐλπίδος γε μὴν ἔσφηλας, ὦ Ἀρχία. τι γὰρ τῶν ὀστῶν καὶ τῆς ὑδρίας Δημοσθένην οὐκ ἔχοντι;
Ἀρχίας
Τὴν γὰρ ψυχήν, ὦ βασιλεῦ, πρὸς βίαν αὐτοῦ κατέχειν ἀδύνατον.
Ἀντιπάτηρ
Τί δ’ οὐ ζῶντα κατειλήφατε;
512
Ἀρχίας
Κατειλήφαμεν.
Ἀντιπάτηρ
Κατὰ τὴν ὁδὸν οὖν τέθνηκεν;
Ἀρχίας
Οὔκ, ἀλλ’ οὗπερ ἦν, ἐν Καλαυρίᾳ.
Ἀντιπάτηρ
Τάχα τῆς ὑμετέρας γέγονεν ἔργον ὀλιγωρίας οὐ θεραπευόντων τὸν ἄνθρωπον.
Ἀρχίας
Ἀλλ’ οὐδ’ ὑφ’ ἡμῖν ἐγένετο.
Ἀντιπάτηρ
Τί φής; αἰνίγματα λέγεις, ὦ Ἀρχία, ξῶντα λαβόντες οὐκ ἔχετε.
Demosthenis encomium. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.