Λυκίνος
οἱ μὲν οὖν ἐρέται τὸ σκάφος ἔξαλον ἐς γῆν ἀνασπάσαντες ἐγγὺς ἐσκήνωσαν, ἐγὼ δ’ εὐτρεπισμένου μοι ξενῶνος ἀπαντιkρὺ τοῦ Διονυσίου κατὰ σχολὴν ἐβάδιζον ὑπερφυοῦς ἀπολαύσεως ἐμπιπλάμενος· ἔστι γὰρ ὄντως ἡ πόλις Ἡλίου πρέπον ἔχουσα τῷ θεῷ τὸ κάλλος. ἐκπεριιὼν δὲ τὰς ἐν τῷ Διονυσίῳ στοὰς ἑκάστην γραφὴν κατώπτευον ἅμα τῷ τέρποντι τῆς ὄψεως ἡρωϊκοὺς μύθους ἀνανεού μενος· εὐθὺ γάρ μοι δύο ἢ καὶ τρεῖς προσερρύησαν ὀλίγου διαφόρου πᾶσαν ἱστορίαν ἀφηγούμενοι· τὰ δὲ πολλὰ
406
καὶ αὐτὸς εἰκασίᾳ προὐλάμβανον.
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.