Λυκίνος
κἀγὼ μὲν ὑπ’ αἰδοῦς συντόμῳ λόγῳ τὴν κρίσιν ἐπισπεύσας ἐξανέστην· ἑώρων γὰρ ὑπερκατηφῆ τὸν Χαρικλέα παρὰ μικρὸν ὡς θανάτου κατάκριτον ὁ δ’ Ἀθηναῖος ἱλαρῷ τῷ προσώπῳ φαιδρὸς ἀναπηδήσας προῄει σφόδρα σοβαρῶς· εἴκασεν ἄν τις αὐτὸν ἐν Σαλαμῖνι Πέρσας κατανεναυμαχηκέναι. καὶ τοῦτό γε τῆς κρίσεως ἀπωνάμην, λαμπρότερον ἡμᾶς ἑστιάσαντος αὐτοῦ
455
τἀπινίκια· καὶ γὰρ ἦν ἄλλως τὸν βίον μεγαλοφρονέστερος. ἡσυχῇ δὲ καὶ τὸν Χαρικλέα παρηγορησάμην ἐπὶ τῇ δεινότητι τῶν λόγων συνεχὲς ὑπερθαυμάζων, ὅτι δυσχερεστέρῳ μέρει δυνατῶς συνηγόρησεν.
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.