Λυκίνος
Παιδιᾶς, ὦ Θεόμνηστε, καὶ γέλωτος ἡγῇ τὴν διήγησιν; ἡ δ’ ἐπαγγέλλεται καὶ σπουδαῖον. ἐγὼ γοῦν ἐξ ὑπογύου τῆς ἐπιχειρήσεως ἡψάμην, εἰδὼς ὅτι λίαν σπουδαία, ἐξ ὅτου δυοῖν ἀνδροῖν ἀκηκοὼς περὶ τούτοιν συντόνως ἁμιλλωμένοιν ἔτι τὴν μνήμην ἔναυλον ἔχω. διήρητο δ’ αὐτῶν ἅμα τοῖς λόγοις τὰ πάθη οὐχ ὥσπερ σὺ κατ’ εὐκολίαν ψυχῆς ἄϋπνος ὢν διττοὺς ἄρνυσαι μισθούς
τὸν μὲν βουκολέων, τὸν δ’ ἄργυφα μῆλα νομεύων, ἀλλ’ ὁ μὲν ὑπερφυῶς παιδικοῖς ἥδετο τὴν θήλειαν Ἀφροδίτην
403
βάραθρον ἡγούμενος, ὁ δ’ ἁγνεύων ἔρωτος ἄρρενος ἐς γυναῖκας ἐπτόητο. δυοῖν οὖν μαχομένοιν παθοῖν ἀγωνοθετήσας ἅμιλλαν οὐδ’ ἂν εἰπεῖν δυναίμην ὡς ὑπερευφράνθην· καί μοι τὰ τῶν λόγων ἴχνη ταῖς ἀκοαῖς ἐνεσφράγισται σχεδὸν ὡς ἀρτίως εἰρημένα. πᾶσαν οὖν ὑποτιμήσεως ἀφορμὴν ἐκποδὼν ἀποθέμενος ἃ παρ’ ἀμφοῖν ἤκουσα λεγόντοιν κατ’ ἀκριβὲς ἐπέξειμί σοι.
Θεόμνηστος
Καὶ μὴν ἔγωγε ἐπαναστὰς ἔνθεν ἀπαντικχρὺ καθεδοῦμαί σου,
δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων. σὺ δ’ ἡμῖν τὰ πάλαι κλέα τῆς ἐρωτικῆς διαφορᾶς μελῳδία περαίνειν.
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.