Λυκίνος
Ταυτὶ μὲν οὖν εὐσταθοῦς βίου τεκμήρια· τῶν δὲ πικροτέρων εἴ τις ἐθελήσειε τὸ ἀληθὲς κατὰ μέρος ἐξετάζειν, ὄντως καταράσεται Προμηθεῖ τὴν Μενάνδρειον ἐκείνην ἀπορρήξας φωνήν·
Εἶτ’ οὐ δικαίως προσπεπατταλευμένον
γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις;
446
καὶ γίνετ’ αὐτῷ λαμπάς, ἄλλο δ’ οὐδὲ ἕν
ἀγαθόν. ὃ μισεῖν οἶμ’ ἅπαντας τοὺς θεοῦς,
γυναῖκας ἔπλασεν, ὦ πολυτίμητοι θεοί,
ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων, γαμεῖ;
λάθριοι τὸ λοιπὸν γὰρ ἐπιθυμίαι κακαί,
γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν
καὶ φαρμακεῖαι καὶ νόσων χαλεπώτατος
φθόνος, μεθ’ οὗ ξῇ πάντα τὸν βίον γυνή.
τίς ταῦτα τὰ ἀγαθὰ διώκει; τίνι βίος ὁ δυστυχὴς οὗτος θυμήρης;
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.