Λυκίνος
Τοιαῦτα συντόνως μεταξὺ παθαινόμενος ὁ Χαρικλῆς ἐπαύσατο δεινόν τι καὶ θηριῶδες ἐν τοῖς ὄμμασιν ὑποβλέπων. ἐῴκει δέ μοι καὶ καθαρσίῳ χρῆσθαι πρὸς τοὺς παιδικοὺς ἔρωτας. ἐγὼ δὲ ἡσυχῇ μειδιάσας καὶ πρὸς τὸν Ἀθηναῖον ἠρέμα τὼ ὀφθαλμὼ παραβαλών. Παιδιᾶς, ἔφην, καὶ γέλωτος, ὦ Καλλικρατίδα, δικαστὴς καθεδεῖσθαι
430
προσδοκήσας οὐκ οἶδ’ ὅπως ὑπὸ τῆς Χαρικλέους δεινότητος ἐπὶ σπουδαιότερον ἦγμαι· σχεδὸν γὰρ ὡς ἐν Ἀρείῳ πάγῳ περὶ φόνου καὶ πυρκαϊᾶς, ἢ νὴ Δία φαρμάκων ἀγωνιζόμενος ὑπερφυῶς ἐπαθήνατο. καιρὸς οὖν ὁ νῦν, εἴ ποτε καὶ πρότερον, ἀπαιτεῖ σε τὰς Ἀθήνας, Περίκλειον δὲ πειθὼ καὶ τῶν δέκα ῥητόρων τὰς Μακεδόσιν ἀνθωπλισμένας γλώσσας ἐν ἑνὶ τῷ σῷ λόγῳ διατρῖψαι μιᾶς τῶν ἐν Πνυκὶ δημηγοριῶν ἀναμνησθέντι.
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.