Λυκίνος
καί πὼς εὐθὺς ἡμῖν ἀπ’ αὐτοῦ τοῦ τεμένους Ἀφροδίσιοι προσέπνευσαν αὖραι· τὸ γὰρ αἴθριον οὐκ εἰς ἔδαφος ἄγονον μάλιστα λίθων πλαξὶ λείαις ἐστρωμένον, ἀλλ’ ὡς ἐν Ἀφροδίτης ἅπαν ἦν γόνιμον ἡμέρων καρπῶν, ἃ ταῖς κόμαις εὐθαλέσιν ἄχρι πόρρω βρύοντα τὸν πέριξ ἀέρα συνωρόφουν. περιττόν γὲ μὴν ἡ πυκνόκαρπος ἐτεθήλει μυρρίνη παρὰ τὴν δέσποιναν αὐτῆς δαψιλὴς πεφυκυῖα τῶν τε λοιπῶν δένδρων ἕκαστον, ὅσα κάλλους μετείληχεν· οὐδ’ αὐτὰ γέροντος ἤδη χρόνου πολιὰ καθαύαινεν, ἀλλ’ ὑπ’ ἀκμῆς σφριγῶντα νέοις κλωσὶν ἦν ὥρια. τούτοις δ’ ἀνεμέμικτο καὶ τὰ καρπῶν μὲν ἄλλως ἄγονα. τὴν δ’ εὐμορφίαν ἔχοντα
410
καρπόν, κυπαρίττων γε καὶ πλατανίστων αἰθέρια μήκη καὶ σὺν αὐταῖς αὐτόμολος Ἀφροδίτης ἡ τῆς θεοῦ πάλαι φυγὰς Δάφνη. παντί γε μὴν δένδρῳ περιπλέγδην ὁ φίλερως προσείρπυζε κιττός. ἀμφιλαφεῖς ἄμπελοι πυκνοῖς κατήρτηντο βότρυσιν· τερπνοτέρα γὰρ Ἀφροδίτη μετὰ Διονύσου καὶ τὸ παρ’ ἀμφοῖν ἡδὺ σύγκρατον, εἰ δ’ ἀποζευχθεῖεν ἀλλήλων, ἧττον εὐφραίνουσιν. ἦν δ’ ὑπὸ ταῖς ἄγαν παλινσκίοις ὕλαις ἱλαραὶ κλισίαι τοῖς ἐνεστιᾶσθαι θέλουσιν, εἰς ἃ τῶν μὲν ἀστικῶν σπανίως ἐπεφοίτων τινές, ἀθρόος δ’ ὁ πολιτικὸς ὄχλος ἐπανηγύριζεν ὄντως ἀφροδισιάζοντες.
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.