ὥστε θεοὶ δʼ ἔζωον, ἀκηδέα θυμὸν ἔχοντες,
νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο
νούσων τʼ ἀργαλέων καὶ ἀπήμονες, οὐδὲ μέλεσσι
γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι
τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἐόντες·
θνῆσκον δʼ ὡς ὕπνῳ δεδμημένοι. ἄλλα τε πολλὰ
τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα
αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἱ δʼ ἐπὶ γαίῃ
εὔφρονες ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν,
ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσι.
Historical Library. Diodorus Siculus. ed. Immanuel Bekker, ed. Ludwig Dindorf, ed. Friedrich Vogel. Leipzig. 1888-1890.
Funding provided by Google Digital Humanities Awards Program.