φάσʼ, οἱ δʼ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,
οἱ δέ σʼ ἐπʼ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι
κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ,
ἄλλοι δʼ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,
ψευδόμενοι· σὲ δʼ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
πολλὸν ἀπʼ ἀνθρώπων κρύπτων λευκώλενον Ἥρην.
ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,
τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων.
Historical Library. Diodorus Siculus. ed. Immanuel Bekker, ed. Ludwig Dindorf, ed. Friedrich Vogel. Leipzig. 1888-1890.
Funding provided by Google Digital Humanities Awards Program.