Πλούτωνα κρυφίοις ἁρπάσαι βουλεύμασι,
δῦναί τε γαίας εἰς μελαμφαεῖς μυχούς,
πόθῳ δὲ μητέρʼ ἠφανισμένης κόρης
μαστῆρʼ ἐπελθεῖν πᾶσαν ἐν κύκλῳ χθόνα.
καὶ τὴν μὲν Αἰτναίοισι Σικελίαν πάγοις
πυρὸς γέμουσαν ῥεύμασιν δυσεμβόλοις
πᾶσαν στενάξαι, πένθεσιν δὲ παρθένου
σίτων ἄμοιρον διοτρεφὲς φθίνειν γένος.
ὅθεν θεὰς τιμῶσιν εἰς τὰ νῦν ἔτι.
Historical Library. Diodorus Siculus. ed. Immanuel Bekker, ed. Ludwig Dindorf, ed. Friedrich Vogel. Leipzig. 1888-1890.
Funding provided by Google Digital Humanities Awards Program.