Γέλων δὲ τοὺς συμμάχους ἀπολύσας τοὺς πολίτας ἀπήγαγεν εἰς τὰς Συρακούσας, καὶ διὰ τὸ μέγεθος τῆς εὐημερίας ἀποδοχῆς ἐτύγχανεν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ καθʼ ὅλην τὴν Σικελίαν· ἐπήγετο γὰρ αἰχμαλώτων τοσοῦτο πλῆθος, ὥστε δοκεῖν ὑπὸ τῆς νήσου γεγονέναι τὴν Λιβύην ὅλην αἰχμάλωτον.
Historical Library. Diodorus Siculus. ed. C. H. Oldfather, ed. Charles L. Sherman, ed. C. Bradford Welles. Cambridge, MA. 1946-1963.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.