Πλάτων Ἀρχύτᾳ Ταραντίνῳ εὖ πράττειν.
τὰ μὲν παρὰ σοῦ ἐλθόνθʼ ὑπομνήματα θαυμαστῶς ὡς 359d ἅσμενοί τε ἐλάβομεν καὶ τοῦ γράψαντος αὐτὰ ἠγάσθημεν ὡς ἔνι μάλιστα, καὶ ἔδοξεν ἡμῖν εἶναι ὁ ἀνὴρ ἄξιος ἐκείνων τῶν πάλαι προγόνων· λέγονται γὰρ δὴ οἱ ἄνδρες οὗτοι Μύριοι εἶναι—οὗτοι δʼ ἦσαν τῶν ἐπὶ Λαομέδοντος ἐξαναστάντων Τρώων—ἄνδρες ἀγαθοί, ὡς ὁ παραδεδομένος μῦθος δηλοῖ. τὰ δὲ παρʼ ἐμοὶ ὑπομνήματα, περὶ ὧν ἐπέστειλας, ἱκανῶς μὲν οὔπω ἔχει, ὡς δέ ποτε τυγχάνει ἔχοντα, ἀπέσταλκά 359e σοι· περὶ δὲ τῆς φυλακῆς ἀμφότεροι συμφωνοῦμεν, ὥστʼ οὐδὲν δεῖ παρακελεύεσθαι.
ʽἁ̓ντιλέγεται ὡς οὐ Πλάτωνος.ʼ
Epistles. Plato. ed. John Burnet. Oxford. 1915.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.