[314]
ΣΩ.
τί δῆτʼ ἂν εἴη νόμος; ἐπισκεψώμεθʼ αὐτὸ ὧδε. εἴ τις ἡμᾶς τὰ νυνδὴ λεγόμενα ἀνήρετο,
ἐπειδὴ ὄψει φατὲ
314
314a
τὰ ὁρώμενα ὁρᾶσθαι, τίνι ὄντι τῇ ὄψει ὁρᾶται; ἀπεκρινάμεθʼ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὀφθαλμῶν δηλούσῃ τὰ πράγματα· εἰ δʼ αὖ ἤρετο ἡμᾶς,
τί δέ; ἐπειδὴ ἀκοῇ τὰ ἀκουόμενα ἀκούεται, τίνι ὄντι τῇ ἀκοῇ; ἀπεκρινάμεθʼ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὤτων δηλούσῃ ἡμῖν τὰς φωνάς. οὕτω τοίνυν καὶ εἰ ἀνέροιτο ἡμᾶς,
ἐπειδὴ νόμῳ τὰ νομιζόμενα νομίζεται, τίνι ὄντι τῷ νόμῳ νομίζεται;
314b
πότερον αἰσθήσει τινὶ ἢ δηλώσει, ὥσπερ τὰ μανθανόμενα μανθάνεται δηλούσῃ τῇ ἐπιστήμῃ, ἢ εὑρέσει τινί, ὥσπερ τὰ εὑρισκόμενα εὑρίσκεται, οἷον τὰ μὲν ὑγιεινὰ καὶ νοσώδη ἰατρικῇ, ἃ δὲ οἱ θεοὶ διανοοῦνται, ὥς φασιν οἱ μάντεις, μαντικῇ; ἡ γάρ που τέχνη ἡμῖν εὕρεσίς ἐστιν τῶν πραγμάτων· ἦ γάρ;
ΣΩ.
τί οὖν ἂν τούτων ὑπολάβοιμεν μάλιστα τὸν νόμον εἶναι;
ΕΤ.
τὰ δόγματα ταῦτα καὶ ψηφίσματα, ἔμοιγε δοκεῖ. τί γὰρ ἂν ἄλλο τις φαίη νόμον εἶναι; ὥστε κινδυνεύει, ὃ
314c
σὺ ἐρωτᾷς, τὸ ὅλον τοῦτο, νόμος, δόγμα πόλεως εἶναι.
ΣΩ.
δόξαν, ὡς ἔοικε, λέγεις πολιτικὴν τὸν νόμον.
ΣΩ.
καὶ ἴσως καλῶς λέγεις· τάχα δὲ ὧδε ἄμεινον εἰσόμεθα. λέγεις τινὰς σοφούς;
ΣΩ.
οὐκοῦν οἱ σοφοί εἰσιν σοφίᾳ σοφοί;
ΣΩ.
τί δέ; οἱ δίκαιοι δικαιοσύνῃ δίκαιοι;
ΣΩ.
οὐκοῦν καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι;
ΣΩ.
οἱ δὲ
314d
ἄνομοι ἀνομίᾳ ἄνομοι;
ΣΩ.
οἱ δὲ νόμιμοι δίκαιοι;
ΣΩ.
οὐκοῦν κάλλιστον ἡ δικαιοσύνη τε καὶ ὁ νόμος;
ΣΩ.
αἴσχιστον δὲ ἡ ἀδικία τε καὶ ἡ ἀνομία;
ΣΩ.
καὶ τὸ μὲν σῴζει τὰς πόλεις καὶ τἆλλα πάντα, τὸ δὲ ἀπόλλυσι καὶ ἀνατρέπει;
ΣΩ.
ὡς περὶ καλοῦ ἄρα τινὸς ὄντος δεῖ τοῦ νόμου διανοεῖσθαι, καὶ ὡς ἀγαθὸν αὐτὸ ζητεῖν.
ΣΩ.
οὐκοῦν δόγμα ἔφαμεν εἶναι πόλεως τὸν νόμον;
314e
ΣΩ.
τί οὖν; οὐκ ἔστιν τὰ μὲν χρηστὰ δόγματα, τὰ δὲ πονηρά;
ΣΩ.
καὶ μὴν νόμος γε οὐκ ἦν πονηρός.
ΣΩ.
οὐκ ἄρα ὀρθῶς ἔχει ἀποκρίνεσθαι οὕτως ἁπλῶς ὅτι νόμος ἐστὶ δόγμα πόλεως.
ΣΩ.
οὐκ ἄρα ἁρμόττοι ἂν τὸ πονηρὸν δόγμα νόμος εἶναι.
ΣΩ.
ἀλλὰ μὴν δόξα γέ τις καὶ αὐτῷ μοι καταφαίνεται ὁ νόμος εἶναι· ἐπειδὴ δὲ οὐχ ἡ πονηρὰ δόξα, ἆρα οὐκ ἤδη τοῦτο κατάδηλον, ὡς ἡ χρηστή, εἴπερ δόξα νόμος ἐστί;
ΣΩ.
δόξα δὲ χρηστὴ τίς ἐστιν; οὐχ ἡ ἀληθής;