ΣΩ.
ὃ τοίνυν ἄρτι ἔμελλον ἐρήσεσθαί σε, νυνὶ εἰπέ, εἰ κατὰ πασῶν τῶν τεχνῶν οὕτω σοι δοκεῖ, τῇ μὲν αὐτῇ τέχνῃ τὰ αὐτὰ ἀναγκαῖον εἶναι γιγνώσκειν, τῇ δʼ ἑτέρᾳ μὴ τὰ αὐτά, ἀλλʼ εἴπερ ἄλλη ἐστίν, ἀναγκαῖον καὶ ἕτερα γιγνώσκειν.ΙΩΝ.
οὕτω μοι δοκεῖ, ὦ Σώκρατες.ΣΩ.
οὐκοῦν ὅστις ἂν μὴ ἔχῃ τινὰ τέχνην, ταύτης τῆς τέχνης τὰ λεγόμενα ἢ πραττόμενα καλῶς γιγνώσκειν οὐχ οἷός τʼ ἔσται;ΙΩΝ.
538b ἀληθῆ λέγεις.ΣΩ.
πότερον οὖν περὶ τῶν ἐπῶν ὧν εἶπες, εἴτε καλῶς λέγει Ὅμηρος εἴτε μή, σὺ κάλλιον γνώσῃ ἢ ἡνίοχος;ΙΩΝ.
Ἡνίοχος.ΣΩ.
Ῥαψῳδὸς γάρ που εἶ ἀλλʼ οὐχ ἡνίοχος.ΙΩΝ.
ναί.ΣΩ.
ἡ δὲ ῥαψῳδικὴ τέχνη ἑτέρα ἐστὶ τῆς ἡνιοχικῆς;ΙΩΝ.
ναί.ΣΩ.
εἰ ἄρα ἑτέρα, περὶ ἑτέρων καὶ ἐπιστήμη πραγμάτων ἐστίν.ΙΩΝ.
ναί.ΣΩ.
τί δὲ δὴ ὅταν Ὅμηρος λέγῃ ὡς τετρωμένῳ τῷ Μαχάονι Ἑκαμήδη ἡ Νέστορος παλλακὴ κυκεῶνα πίνειν 538c δίδωσι; καὶ λέγει πως οὕτως—ΙΩΝ.
Ἰατρικῆς.ΣΩ.
τί δέ, ὅταν λέγῃ Ὅμηρος— 538dΙΩΝ.
δῆλον δή, ὦ Σώκρατες, ὅτι ἁλιευτικῆς.ΣΩ.
σκέψαι δή, σοῦ ἐρομένου, εἰ ἔροιό με· ἐπειδὴ 538e τοίνυν, ὦ Σώκρατες, τούτων τῶν τεχνῶν ἐν Ὁμήρῳ εὑρίσκεις ἃ προσήκει ἑκάστῃ διακρίνειν, ἴθι μοι ἔξευρε καὶ τὰ τοῦ μάντεώς τε καὶ μαντικῆς, ποῖά ἐστιν ἃ προσήκει αὐτῷ οἵῳ τʼ εἶναι διαγιγνώσκειν, εἴτε εὖ εἴτε κακῶς πεποίηται — σκέψαι ὡς ῥᾳδίως τε καὶ ἀληθῆ ἐγώ σοι ἀποκρινοῦμαι. πολλαχοῦ μὲν γὰρ καὶ ἐν Ὀδυσσείᾳ λέγει, οἷον καὶ ἃ ὁ τῶν Μελαμποδιδῶν λέγει μάντις πρὸς τοὺς μνηστῆρας, Θεοκλύμενος—Ion. Plato. ed. John Burnet. Oxford. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.