ΙΠ.
ἀληθῆ λέγεις.ΣΩ.
τί δέ; ψυχὴν κεκτῆσθαι ἵππου, ᾗ ἑκών τις κακῶς ἱππεύσει, ἄμεινον ἢ ᾗ ἄκων;ΙΠ.
ἧι ἑκών.ΣΩ.
ἀμείνων ἄρα ἐστίν.ΙΠ.
ναί.ΣΩ.
τῇ ἀμείνονι ἄρα ψυχῇ ἵππου τὰ τῆς ψυχῆς ἔργα ταύτης τὰ πονηρὰ ἑκουσίως ἂν ποιοῖ, τῇ δὲ τῆς πονηρᾶς ἀκουσίως;ΙΠ.
πάνυ γε.ΣΩ.
οὐκοῦν καὶ κυνὸς καὶ τῶν ἄλλων ζῴων πάντων;ΙΠ.
ναί.ΣΩ.
τί δὲ δή; ἀνθρώπου ψυχὴν ἐκτῆσθαι τοξότου ἄμεινόν ἐστιν, ἥτις ἑκουσίως ἁμαρτάνει 375b τοῦ σκοποῦ, ἢ ἥτις ἀκουσίως;ΙΠ.
ἥτις ἑκουσίως.ΣΩ.
οὐκοῦν καὶ αὕτη ἀμείνων εἰς τοξικήν ἐστιν;ΙΠ.
ναί.ΣΩ.
καὶ ψυχὴ ἄρα ἀκουσίως ἁμαρτάνουσα πονηροτέρα ἢ ἑκουσίως;ΙΠ.
ἐν τοξικῇ γε.ΣΩ.
τί δʼ ἐν ἰατρικῇ; οὐχὶ ἡ ἑκοῦσα κακὰ ἐργαζομένη περὶ τὰ σώματα ἰατρικωτέρα;ΙΠ.
ναί.ΣΩ.
ἀμείνων ἄρα αὕτη ἐν ταύτῃ τῇ τέχνῃ τῆς μὴ ἰατρικῆς.ΙΠ.
ἀμείνων.ΣΩ.
τί δέ; ἡ κιθαριστικωτέρα καὶ αὐλητικωτέρα καὶ τἆλλα πάντα τὰ κατὰ τὰς τέχνας 375c τε καὶ τὰς ἐπιστήμας, οὐχὶ ἡ ἀμείνων ἑκοῦσα τὰ κακὰ ἐργάζεται καὶ τὰ αἰσχρὰ καὶ ἐξαμαρτάνει, ἡ δὲ πονηροτέρα ἄκουσα;ΙΠ.
φαίνεται.ΣΩ.
ἀλλὰ μήν που τάς γε τῶν δούλων ψυχὰς κεκτῆσθαι δεξαίμεθʼ ἂν μᾶλλον τὰς ἑκουσίως ἢ τὰς ἀκουσίως ἁμαρτανούσας τε καὶ κακουργούσας, ὡς ἀμείνους οὔσας εἰς ταῦτα.ΙΠ.
ναί.ΣΩ.
τί δέ; τὴν ἡμετέραν αὐτῶν οὐ βουλοίμεθʼ ἂν ὡς βελτίστην ἐκτῆσθαι;ΙΠ.
ναί.ΣΩ.
οὐκοῦν βελτίων ἔσται, ἐὰν ἑκοῦσα κακουργῇ τε καὶ ἐξαμαρτάνῃ, ἢ ἐὰν ἄκουσα;ΙΠ.
δεινὸν μεντἂν εἴη, ὦ Σώκρατες, εἰ οἱ ἑκόντες ἀδικοῦντες βελτίους ἔσονται ἢ οἱ ἄκοντες.ΣΩ.
ἀλλὰ μὴν φαίνονταί γε ἐκ τῶν εἰρημένων.ΙΠ.
οὔκουν ἔμοιγε.ΣΩ.
ἐγὼ δʼ ᾤμην, ὦ Ἱππία, καὶ σοὶ φανῆναι. πάλιν δʼ ἀπόκριναι· ἡ δικαιοσύνη οὐχὶ ἢ δύναμίς τίς ἐστιν ἢ ἐπιστήμη ἢ ἀμφότερα; ἢ οὐκ ἀνάγκη ἕν γέ τι τούτων εἶναι τὴν 375e δικαιοσύνην;ΙΠ.
ναί.ΣΩ.
οὐκοῦν εἰ μὲν δύναμίς ἐστι τῆς ψυχῆς ἡ δικαιοσύνη, ἡ δυνατωτέρα ψυχὴ δικαιοτέρα ἐστί; βελτίων γάρ που ἡμῖν ἐφάνη, ὦ ἄριστε, ἡ τοιαύτη.ΙΠ.
ἐφάνη γάρ.ΣΩ.
τί δʼ εἰ ἐπιστήμη; οὐχ ἡ σοφωτέρα ψυχὴ δικαιοτέρα, ἡ δὲ ἀμαθεστέρα ἀδικωτέρα;ΙΠ.
ναί.ΣΩ.
τί δʼ εἰ ἀμφότερα; οὐχ ἡ ἀμφοτέρας ἔχουσα, ἐπιστήμην καὶ δύναμιν, δικαιοτέρα, ἡ δʼ ἀμαθεστέρα ἀδικωτέρα; οὐχ οὕτως ἀνάγκη ἔχειν;ΙΠ.
φαίνεται.Hippias Minor. Plato. ed. John Burnet. Oxford. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.