ΣΩ.
τοῦ ἀγαθοῦ ἄρα 297 297a αἴτιόν ἐστιν τὸ καλόν.ΙΠ.
ἔστι γάρ.ΣΩ.
ἀλλὰ μὴν τό γε αἴτιον, ὦ Ἱππία, καὶ οὗ ἂν αἴτιον ᾖ τὸ αἴτιον, ἄλλο ἐστίν· οὐ γάρ που τό γε αἴτιον αἰτίου αἴτιον ἂν εἴη. ὧδε δὲ σκόπει· οὐ τὸ αἴτιον ποιοῦν ἐφάνη;ΙΠ.
πάνυ γε.ΣΩ.
οὐκοῦν ὑπὸ τοῦ ποιοῦντος ποιεῖται οὐκ ἄλλο τι ἢ τὸ γιγνόμενον, ἀλλʼ οὐ τὸ ποιοῦν;ΙΠ.
ἔστι ταῦτα.ΣΩ.
οὐκοῦν ἄλλο τι τὸ γιγνόμενον, ἄλλο δὲ τὸ ποιοῦν;ΙΠ.
ναί.ΣΩ.
οὐκ ἄρα τό γʼ αἴτιον αἴτιον 297b αἰτίου ἐστίν, ἀλλὰ τοῦ γιγνομένου ὑφʼ ἑαυτοῦ.ΙΠ.
πάνυ γε.ΣΩ.
εἰ ἄρα τὸ καλόν ἐστιν αἴτιον ἀγαθοῦ, γίγνοιτʼ ἂν ὑπὸ τοῦ καλοῦ τὸ ἀγαθόν· καὶ διὰ ταῦτα, ὡς ἔοικε, σπουδάζομεν καὶ τὴν φρόνησιν καὶ τἆλλα πάντα τὰ καλά, ὅτι τὸ ἔργον αὐτῶν καὶ τὸ ἔκγονον σπουδαστόν ἐστι, τὸ ἀγαθόν, καὶ κινδυνεύει ἐξ ὧν εὑρίσκομεν ἐν πατρός τινος ἰδέᾳ εἶναι τὸ καλὸν τοῦ ἀγαθοῦ.ΙΠ.
πάνυ μὲν οὖν· καλῶς γὰρ λέγεις, ὦ Σώκρατες.ΣΩ.
οὐκοῦν καὶ τόδε καλῶς λέγω, ὅτι οὔτε ὁ πατὴρ ὑός 297c ἐστιν, οὔτε ὁ ὑὸς πατήρ;ΙΠ.
καλῶς μέντοι.ΣΩ.
οὐδέ γε τὸ αἴτιον γιγνόμενόν ἐστιν, οὐδὲ τὸ γιγνόμενον αὖ αἴτιον.ΙΠ.
ἀληθῆ λέγεις.ΣΩ.
μὰ Δία, ὦ ἄριστε, οὐδὲ ἄρα τὸ καλὸν ἀγαθόν ἐστιν, οὐδὲ τὸ ἀγαθὸν καλόν· ἢ δοκεῖ σοι οἷόν τε εἶναι ἐκ τῶν προειρημένων;ΙΠ.
οὐ μὰ τὸν Δία, οὔ μοι φαίνεται.ΣΩ.
ἀρέσκει οὖν ἡμῖν καὶ ἐθέλοιμεν ἂν λέγειν ὡς τὸ καλὸν οὐκ ἀγαθὸν οὐδὲ τὸ ἀγαθὸν καλόν;ΙΠ.
οὐ μὰ τὸν Δία, οὐ πάνυ μοι ἀρέσκει.ΣΩ.
ναὶ μὰ τὸν Δία, ὦ Ἱππία· ἐμοὶ δέ γε πάντων 297d ἥκιστα ἀρέσκει ὧν εἰρήκαμεν λόγων.ΙΠ.
ἔοικε γὰρ οὕτως.ΣΩ.
κινδυνεύει ἄρα ἡμῖν, οὐχ ὥσπερ ἄρτι ἐφαίνετο κάλλιστος εἶναι τῶν λόγων τὸ ὠφέλιμον καὶ τὸ χρήσιμόν τε καὶ τὸ δυνατὸν ἀγαθόν τι ποιεῖν καλὸν εἶναι, οὐχ οὕτως ἔχειν, ἀλλʼ, εἰ οἷόν τέ ἐστιν, ἐκείνων εἶναι γελοιότερος τῶν πρώτων, ἐν οἷς τήν τε παρθένον ᾠόμεθα εἶναι τὸ καλὸν καὶ ἓν ἕκαστον τῶν ἔμπροσθεν λεχθέντων.ΙΠ.
ἔοικεν.ΣΩ.
καὶ ἐγὼ μέν γε οὐκ ἔτι ἔχω, ὦ Ἱππία, ὅποι τράπωμαι, ἀλλʼ ἀπορῶ· σὺ δὲ ἔχεις τι λέγειν;ΙΠ.
οὐκ ἔν γε τῷ παρόντι, ἀλλʼ, ὥσπερ ἄρτι ἔλεγον, σκεψάμενος εὖ οἶδʼ ὅτι εὑρήσω.Hippias Major. Plato. ed. John Burnet. Oxford. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.