[302]
ΣΩ.
ταῦτα ἅπερ λέγω· φοβοῦμαι γάρ σε σαφῶς λέγειν,
302
302a
ὅτι μοι χαλεπαίνεις, ἐπειδὰν τὶ δόξῃς σαυτῷ λέγειν. ὅμως δʼ ἔτι μοι εἰπέ· οὐχ εἷς ἡμῶν ἑκάτερός ἐστι καὶ πέπονθε τοῦτο, εἷς εἶναι;
ΣΩ.
οὐκοῦν εἴπερ εἷς, καὶ περιττὸς ἂν εἴη ἑκάτερος ἡμῶν· ἢ οὐ τὸ ἓν περιττὸν ἡγῇ;
ΣΩ.
ἦ καὶ ἀμφότεροι οὖν περιττοί ἐσμεν δύο ὄντες;
ΙΠ.
οὐκ ἂν εἴη, ὦ Σώκρατες.
ΣΩ.
ἀλλʼ ἄρτιοί γε ἀμφότεροι· ἦ γάρ;
ΣΩ.
μῶν οὖν, ὅτι ἀμφότεροι ἄρτιοι, τούτου ἕνεκα καὶ ἑκάτερος
302b
ἄρτιος ἡμῶν ἐστιν;
ΣΩ.
οὐκ ἄρα πᾶσα ἀνάγκη, ὡς νυνδὴ ἔλεγες, ἃ ἂν ἀμφότεροι καὶ ἑκάτερον, καὶ ἃ ἂν ἑκάτερος καὶ ἀμφοτέρους εἶναι.
ΙΠ.
οὐ τά γε τοιαῦτα, ἀλλʼ οἷα ἐγὼ πρότερον ἔλεγον.
ΣΩ.
ἐξαρκεῖ, ὦ Ἱππία· ἀγαπητὰ γὰρ καὶ ταῦτα, ἐπειδὴ τὰ μὲν οὕτω φαίνεται, τὰ δʼ οὐχ οὕτως ἔχοντα. καὶ γὰρ ἐγὼ ἔλεγον, εἰ μέμνησαι ὅθεν οὗτος ὁ λόγος ἐλέχθη, ὅτι ἡ διὰ τῆς ὄψεως καὶ ἀκοῆς ἡδονὴ οὐ τούτῳ εἶεν καλαί,
302c
ὅτι τυγχάνοιεν ἑκατέρα μὲν αὐτῶν εἶναι πεπονθυῖα, ἀμφότεραι δὲ μή, ἢ ἀμφότεραι μέν, ἑκατέρα δὲ μή, ἀλλʼ ἐκείνῳ ᾧ ἀμφότεραί τε καὶ ἑκατέρα, διότι συνεχώρεις ἀμφοτέρας τε αὐτὰς εἶναι καλὰς καὶ ἑκατέραν. τούτου δὴ ἕνεκα τῇ οὐσίᾳ τῇ ἐπʼ ἀμφότερα ἑπομένῃ ᾤμην, εἴπερ ἀμφότερά ἐστι καλά, ταύτῃ δεῖν αὐτὰ καλὰ εἶναι, τῇ δὲ κατὰ τὰ ἕτερα ἀπολειπομένῃ μή· καὶ ἔτι νῦν οἴομαι. ἀλλά μοι λέγε, ὥσπερ ἐξ ἀρχῆς· ἡ διʼ ὄψεως ἡδονὴ καὶ ἡ διʼ ἀκοῆς, εἴπερ
302d
ἀμφότεραί τʼ εἰσὶ καλαὶ καὶ ἑκατέρα, ἆρα καὶ ὃ ποιεῖ αὐτὰς καλὰς οὐχὶ καὶ ἀμφοτέραις γε αὐταῖς ἕπεται καὶ ἑκατέρᾳ;
ΣΩ.
ἆρʼ οὖν ὅτι ἡδονὴ ἑκατέρα τʼ ἐστὶ καὶ ἀμφότεραι, διὰ τοῦτο ἂν εἶεν καλαί; ἢ διὰ τοῦτο μὲν καὶ αἱ ἄλλαι πᾶσαι ἂν οὐδὲν τούτων ἧττον εἶεν καλαί; οὐδὲν γὰρ ἧττον ἡδοναὶ ἐφάνησαν οὖσαι, εἰ μέμνησαι.
ΣΩ.
ἀλλʼ ὅτι γε διʼ ὄψεως καὶ ἀκοῆς αὗταί
302e
εἰσι, διὰ τοῦτο ἐλέγετο καλὰς αὐτὰς εἶναι.
ΣΩ.
σκόπει δὲ εἰ ἀληθῆ λέγω. ἐλέγετο γάρ, ὡς ἐγὼ μνήμης ἔχω, τοῦτʼ εἶναι καλὸν τὸ ἡδύ, οὐ πᾶν, ἀλλʼ ὃ ἂν διʼ ὄψεως καὶ ἀκοῆς ᾖ.
ΣΩ.
οὐκοῦν τοῦτό γε τὸ πάθος ἀμφοτέραις μὲν ἕπεται, ἑκατέρᾳ δʼ οὔ; οὐ γάρ που ἑκάτερόν γε αὐτῶν, ὅπερ ἐν τοῖς πρόσθεν ἐλέγετο, διʼ ἀμφοτέρων ἐστίν, ἀλλʼ ἀμφότερα μὲν διʼ ἀμφοῖν, ἑκάτερον δʼ οὔ· ἔστι ταῦτα;