[287]
ΙΠ.
οὐδεὶς μέντοι· φαῦλον γὰρ ἂν εἴη τὸ ἐμὸν πρᾶγμα
287
287a
καὶ ἰδιωτικόν.
ΣΩ.
εὖ γε νὴ τὴν Ἥραν λέγεις, ὦ Ἱππία, εἰ χειρωσόμεθα τὸν ἄνδρα. ἀτὰρ μή τι κωλύω μιμούμενος ἐγὼ ἐκεῖνον, ἐὰν σοῦ ἀποκρινομένου ἀντιλαμβάνωμαι τῶν λόγων, ἵνα ὅτι μάλιστά με ἐκμελετήσῃς; σχεδὸν γάρ τι ἔμπειρός εἰμι τῶν ἀντιλήψεων. εἰ οὖν μή τί σοι διαφέρει, βούλομαι ἀντιλαμβάνεσθαι, ἵνʼ ἐρρωμενέστερον μάθω.
ΙΠ.
ἀλλʼ ἀντιλαμβάνου. καὶ γάρ, ὃ νυνδὴ εἶπον, οὐ
287b
μέγα ἐστὶ τὸ ἐρώτημα, ἀλλὰ καὶ πολὺ τούτου χαλεπώτερα ἂν ἀποκρίνασθαι ἐγώ σε διδάξαιμι, ὥστε μηδένα ἀνθρώπων δύνασθαί σε ἐξελέγχειν.
ΣΩ.
φεῦ ὡς εὖ λέγεις· ἀλλʼ ἄγʼ, ἐπειδὴ καὶ σὺ κελεύεις, φέρε ὅτι μάλιστα ἐκεῖνος γενόμενος πειρῶμαί σε ἐρωτᾶν. εἰ γὰρ δὴ αὐτῷ τὸν λόγον τοῦτον ἐπιδείξαις ὃν φῄς, τὸν περὶ τῶν καλῶν ἐπιτηδευμάτων, ἀκούσας, ἐπειδὴ παύσαιο λέγων, ἔροιτʼ ἂν οὐ περὶ ἄλλου πρότερον ἢ περὶ τοῦ καλοῦ—ἔθος
287c
γάρ τι τοῦτʼ ἔχει—καὶ εἴποι ἄν·
ὦ ξένε Ἠλεῖε, ἆρʼ οὐ δικαιοσύνῃ δίκαιοί εἰσιν οἱ δίκαιοι; ἀπόκριναι δή, ὦ Ἱππία, ὡς ἐκείνου ἐρωτῶντος.
ΙΠ.
ἀποκρινοῦμαι ὅτι δικαιοσύνῃ.
ΣΩ.
οὐκοῦν ἔστι τι τοῦτο, ἡ δικαιοσύνη;
ΣΩ.
οὐκοῦν καὶ σοφίᾳ οἱ σοφοί εἰσι σοφοὶ καὶ τῷ ἀγαθῷ πάντα τἀγαθὰ ἀγαθά;
ΣΩ.
οὖσί γέ τισι τούτοις· οὐ γὰρ δήπου μὴ οὖσί γε.
ΣΩ.
ἆρʼ οὖν οὐ καὶ τὰ καλὰ πάντα τῷ καλῷ
287d
ἐστι καλά;
ΙΠ.
ὄντι· ἀλλὰ τί γὰρ μέλλει;
ΣΩ.
εἰπὲ δή, ὦ ξένε, φήσει,
τί ἐστι τοῦτο τὸ καλόν;
ΙΠ.
ἄλλο τι οὖν, ὦ Σώκρατες, ὁ τοῦτο ἐρωτῶν δεῖται πυθέσθαι τί ἐστι καλόν;
ΣΩ.
οὔ μοι δοκεῖ, ἀλλʼ ὅτι ἐστὶ τὸ καλόν, ὦ Ἱππία.
ΙΠ.
καὶ τί διαφέρει τοῦτʼ ἐκείνου;
ΣΩ.
ἀλλὰ μέντοι δῆλον ὅτι σὺ κάλλιον οἶσθα. ὅμως δέ, ὠγαθέ, ἄθρει· ἐρωτᾷ γάρ σε οὐ τί ἐστι καλόν, ἀλλʼ ὅτι
287e
ἐστὶ τὸ καλόν.
ΙΠ.
μανθάνω, ὠγαθέ, καὶ ἀποκρινοῦμαί γε αὐτῷ ὅτι ἐστι τὸ καλόν, καὶ οὐ μή ποτε ἐλεγχθῶ. ἔστι γάρ, ὦ Σώκρατες, εὖ ἴσθι, εἰ δεῖ τὸ ἀληθὲς λέγειν, παρθένος καλὴ καλόν.