ΓΟΡ.
ἀλλʼ ἐγὼ μὲν οἶμαι, ὦ Σώκρατες, ἐὰν τύχῃ μὴ εἰδώς, καὶ ταῦτα παρʼ ἐμοῦ μαθήσεται.ΣΩ.
ἔχε δή· καλῶς γὰρ λέγεις. ἐάνπερ ῥητορικὸν σύ τινα ποιήσῃς, ἀνάγκη αὐτὸν εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα ἤτοι πρότερόν γε ἢ ὕστερον μαθόντα παρὰ σοῦ.ΓΟΡ.
πάνυ γε.ΣΩ.
τί οὖν; ὁ τὰ τεκτονικὰ μεμαθηκὼς τεκτονικός, ἢ οὔ;ΓΟΡ.
ναί.ΣΩ.
οὐκοῦν καὶ ὁ τὰ μουσικὰ μουσικός;ΓΟΡ.
ναί.ΣΩ.
καὶ ὁ τὰ ἰατρικὰ ἰατρικός; καὶ τἆλλα οὕτω κατὰ τὸν αὐτὸν λόγον, ὁ μεμαθηκὼς ἕκαστα τοιοῦτός ἐστιν οἷον ἡ ἐπιστήμη ἕκαστον ἀπεργάζεται;ΓΟΡ.
πάνυ γε.ΣΩ.
οὐκοῦν κατὰ τοῦτον τὸν λόγον καὶ ὁ τὰ δίκαια μεμαθηκὼς δίκαιος;ΓΟΡ.
πάντως δήπου.ΣΩ.
ὁ δὲ δίκαιος δίκαιά που πράττει.ΓΟΡ.
ναί.ΣΩ.
οὐκοῦν ἀνάγκη τὸν ῥητορικὸν δίκαιον εἶναι, τὸν δὲ δίκαιον βούλεσθαι δίκαια πράττειν;ΓΟΡ.
φαίνεταί γε.ΣΩ.
οὐδέποτε ἄρα βουλήσεται ὅ γε δίκαιος ἀδικεῖν.ΓΟΡ.
ἀνάγκη.ΣΩ.
τὸν δὲ ῥητορικὸν ἀνάγκη ἐκ τοῦ λόγου δίκαιον εἶναι.ΓΟΡ.
ναί.ΣΩ.
οὐδέποτε ἄρα βουλήσεται ὁ ῥητορικὸς ἀδικεῖν.ΓΟΡ.
οὐ φαίνεταί γε.ΣΩ.
μέμνησαι οὖν λέγων ὀλίγῳ πρότερον ὅτι οὐ δεῖ τοῖς 460d παιδοτρίβαις ἐγκαλεῖν οὐδʼ ἐκβάλλειν ἐκ τῶν πόλεων, ἐὰν ὁ πύκτης τῇ πυκτικῇ χρῆταί τε καὶ ἀδίκως χρῆται καὶ ἀδικῇ, ὡσαύτως δὲ οὕτως καὶ ἐὰν ὁ ῥήτωρ τῇ ῥητορικῇ ἀδίκως χρῆται, μὴ τῷ διδάξαντι ἐγκαλεῖν μηδʼ ἐξελαύνειν ἐκ τῆς πόλεως, ἀλλὰ τῷ ἀδικοῦντι καὶ οὐκ ὀρθῶς χρωμένῳ τῇ ῥητορικῇ; ἐρρήθη ταῦτα ἢ οὔ;ΓΟΡ.
ἐρρήθη.ΣΩ.
νῦν 460e δέ γε ὁ αὐτὸς οὗτος φαίνεται, ὁ ῥητορικός, οὐκ ἄν ποτε ἀδικήσας. ἢ οὔ;ΓΟΡ.
φαίνεται.ΣΩ.
καὶ ἐν τοῖς πρώτοις γε, ὦ Γοργία, λόγοις ἐλέγετο ὅτι ἡ ῥητορικὴ περὶ λόγους εἴη οὐ τοὺς τοῦ ἀρτίου καὶ περιττοῦ, ἀλλὰ τοὺς τοῦ δικαίου καὶ ἀδίκου· ἦ γάρ;ΓΟΡ.
ναί.Gorgias. Plato. ed. John Burnet. Oxford. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.