[462]
ΣΩ.
ἀλλὰ ἀντίθες τοι· σοῦ μακρὰ λέγοντος καὶ μὴ ἐθέλοντος τὸ ἐρωτώμενον ἀποκρίνεσθαι, οὐ δεινὰ ἂν αὖ ἐγὼ πάθοιμι, εἰ μὴ ἐξέσται
462a
μοι ἀπιέναι καὶ μὴ ἀκούειν σου; ἀλλʼ εἴ τι κήδῃ τοῦ λόγου τοῦ εἰρημένου καὶ ἐπανορθώσασθαι αὐτὸν βούλει, ὥσπερ νυνδὴ ἔλεγον, ἀναθέμενος ὅτι σοι δοκεῖ, ἐν τῷ μέρει ἐρωτῶν τε καὶ ἐρωτώμενος, ὥσπερ ἐγώ τε καὶ Γοργίας, ἔλεγχέ τε καὶ ἐλέγχου. φῂς γὰρ δήπου καὶ σὺ ἐπίστασθαι ἅπερ Γοργίας· ἢ οὔ;
ΣΩ.
οὐκοῦν καὶ σὺ κελεύεις σαυτὸν ἐρωτᾶν ἑκάστοτε ὅτι ἄν τις βούληται, ὡς ἐπιστάμενος ἀποκρίνεσθαι;
462b
ΣΩ.
καὶ νῦν δὴ τούτων ὁπότερον βούλει ποίει, ἐρώτα ἢ ἀποκρίνου.
ΠΩΛ.
ἀλλὰ ποιήσω ταῦτα. καί μοι ἀπόκριναι, ὦ Σώκρατες· ἐπειδὴ Γοργίας ἀπορεῖν σοι δοκεῖ περὶ τῆς ῥητορικῆς, σὺ αὐτὴν τίνα φῂς εἶναι;
ΣΩ.
ἆρα ἐρωτᾷς ἥντινα τέχνην φημὶ εἶναι;
ΣΩ.
οὐδεμία ἔμοιγε δοκεῖ, ὦ Πῶλε, ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι.
ΠΩΛ.
ἀλλὰ τί σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι;
ΣΩ.
πρᾶγμα ὃ φῂς σὺ ποιῆσαι τέχνην ἐν τῷ συγγράμματι
462c
ὃ ἐγὼ ἔναγχος ἀνέγνων.
ΣΩ.
ἐμπειρίαν ἔγωγέ τινα.
ΠΩΛ.
ἐμπειρία ἄρα σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι;
ΣΩ.
ἔμοιγε, εἰ μή τι σὺ ἄλλο λέγεις.
ΣΩ.
χάριτός τινος καὶ ἡδονῆς ἀπεργασίας.
ΠΩΛ.
οὐκοῦν καλόν σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι, χαρίζεσθαι οἷόν τε εἶναι ἀνθρώποις;
ΣΩ.
τί δέ, ὦ Πῶλε; ἤδη πέπυσαι παρʼ ἐμοῦ ὅτι φημὶ
462d
αὐτὴν εἶναι, ὥστε τὸ μετὰ τοῦτο ἐρωτᾷς εἰ οὐ καλή μοι δοκεῖ εἶναι;
ΠΩΛ.
οὐ γὰρ πέπυσμαι ὅτι ἐμπειρίαν τινὰ αὐτὴν φῂς εἶναι;
ΣΩ.
βούλει οὖν, ἐπειδὴ τιμᾷς τὸ χαρίζεσθαι, σμικρόν τί μοι χαρίσασθαι;
ΣΩ.
ἐροῦ νῦν με, ὀψοποιία ἥτις μοι δοκεῖ τέχνη εἶναι.
ΠΩΛ.
ἐρωτῶ δή, τίς τέχνη ὀψοποιία;
ΣΩ.
φημὶ δή, ἐμπειρία τις.
ΣΩ.
φημὶ δή, χάριτος καὶ ἡδονῆς
462e
ἀπεργασίας, ὦ Πῶλε.
ΠΩΛ.
ταὐτὸν ἄρʼ ἐστὶν ὀψοποιία καὶ ῥητορική;
ΣΩ.
οὐδαμῶς γε, ἀλλὰ τῆς αὐτῆς μὲν ἐπιτηδεύσεως μόριον.
ΠΩΛ.
τίνος λέγεις ταύτης;