ΣΩ.
πάνυ 298 298a γʼ, ἔφην· ὁ μέν γε ἐμός, ὁ δὲ ἐκείνου.— οὐκοῦν, ἦ δʼ ὅς, ἕτερος ἦν Χαιρέδημος τοῦ πατρός;—τοὐμοῦ γʼ, ἔφην ἐγώ.— ἆρʼ οὖν πατὴρ ἦν ἕτερος ὢν πατρός; ἢ σὺ εἶ ὁ αὐτὸς τῷ λίθῳ;—δέδοικα μὲν ἔγωγʼ, ἔφην, μὴ φανῶ ὑπὸ σοῦ ὁ αὐτός· οὐ μέντοι μοι δοκῶ.— οὐκοῦν ἕτερος εἶ, ἔφη, τοῦ λίθου;—ἕτερος μέντοι.— ἄλλο τι οὖν ἕτερος, ἦ δʼ ὅς, ὢν λίθου οὐ λίθος εἶ; καὶ ἕτερος ὢν χρυσοῦ οὐ χρυσὸς εἶ;—ἔστι ταῦτα.— οὔκουν καὶ ὁ Χαιρέδημος, ἔφη, ἕτερος ὢν πατρὸς οὐκ ἂν πατήρ ἐστιν.—ἔοικεν, ἦν δʼ ἐγώ, οὐ πατὴρ εἶναι. 298bεἰ γὰρ δήπου, ἔφη, πατήρ ἐστιν ὁ Χαιρέδημος, ὑπολαβὼν ὁ Εὐθύδημος, πάλιν αὖ ὁ Σωφρονίσκος ἕτερος ὢν πατρὸς οὐ πατήρ ἐστιν, ὥστε σύ, ὦ Σώκρατες, ἀπάτωρ εἶ.
καὶ ὁ Κτήσιππος ἐκδεξάμενος, ὁ δὲ ὑμέτερος, ἔφη, αὖ πατὴρ οὐ ταὐτὰ ταῦτα πέπονθεν; ἕτερός ἐστιν τοὐμοῦ πατρός;— πολλοῦ γʼ, ἔφη, δεῖ, ὁ Εὐθύδημος.— ἀλλά, ἦ δʼ ὅς, ὁ αὐτός;— ὁ αὐτὸς μέντοι.— οὐκ ἂν συμβουλοίμην. ἀλλὰ 298c πότερον, ὦ Εὐθύδημε, ἐμὸς μόνον ἐστὶ πατὴρ ἢ καὶ τῶν ἄλλων ἀνθρώπων;— καὶ τῶν ἄλλων, ἔφη· ἢ οἴει τὸν αὐτὸν πατέρα ὄντα οὐ πατέρα εἶναι;— ὤιμην δῆτα, ἔφη ὁ Κτήσιππος.— τί δέ; ἦ δʼ ὅς· χρυσὸν ὄντα μὴ χρυσὸν εἶναι; ἢ ἄνθρωπον ὄντα μὴ ἄνθρωπον;— μὴ γάρ, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε, τὸ λεγόμενον, οὐ λίνον λίνῳ συνάπτεις· δεινὸν γὰρ λέγεις πρᾶγμα εἰ ὁ σὸς πατὴρ πάντων ἐστὶν πατήρ.— ἀλλʼ ἔστιν, ἔφη.— πότερον ἀνθρώπων; ἦ δʼ ὃς ὁ Κτήσιππος, ἢ καὶ ἵππων καὶ τῶν ἄλλων πάντων ζῴων; 298d πάντων, ἔφη.— ἦ καὶ μήτηρ ἡ μήτηρ;— καὶ ἡ μήτηρ γε.— καὶ τῶν ἐχίνων ἄρα, ἔφη, ἡ σὴ μήτηρ μήτηρ ἐστὶ τῶν θαλαττίων.— καὶ ἡ σή γʼ, ἔφη.— καὶ σὺ ἄρα ἀδελφὸς εἶ τῶν κωβιῶν καὶ κυναρίων καὶ χοιριδίων.— καὶ γὰρ σύ, ἔφη.— κάπρος ἄρα σοι πατήρ ἐστι καὶ κύων.— καὶ γὰρ σοί, ἔφη.
αὐτίκα δέ γε, ἦ δʼ ὃς ὁ Διονυσόδωρος, ἄν μοι ἀποκρίνῃ, ὦ Κτήσιππε, ὁμολογήσεις ταῦτα. εἰπὲ γάρ μοι, ἔστι σοι κύων;— καὶ μάλα πονηρός, ἔφη ὁ Κτήσιππος.— ἔστιν οὖν 298e αὐτῷ κυνίδια;— καὶ μάλʼ, ἔφη, ἕτερα τοιαῦτα.— οὐκοῦν πατήρ ἐστιν αὐτῶν ὁ κύων;— ἔγωγέ τοι εἶδον, ἔφη, αὐτὸν ὀχεύοντα τὴν κύνα.— τί οὖν; οὐ σός ἐστιν ὁ κύων;— πάνυ γʼ, ἔφη.— οὐκοῦν πατὴρ ὢν σός ἐστιν, ὥστε σὸς πατὴρ γίγνεται ὁ κύων καὶ σὺ κυναρίων ἀδελφός;
καὶ αὖθις ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος, ἵνα μὴ πρότερόν τι εἴποι ὁ Κτήσιππος, καὶ ἔτι γέ μοι μικρόν, ἔφη, ἀπόκριναι· τύπτεις τὸν κύνα τοῦτον;—καὶ ὁ Κτήσιππος γελάσας, νὴ τοὺς θεούς, ἔφη· οὐ γὰρ δύναμαι σέ.— οὐκοῦν τὸν σαυτοῦ πατέρα, ἔφη, τύπτεις;
Euthydemus. Plato. ed. John Burnet. Oxford. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.