καὶ ἐγὼ πρὸς τὸν Μενέξενον ἀποβλέψας, ὦ παῖ Δημοφῶντος, 207c ἦν δʼ ἐγώ, πότερος ὑμῶν πρεσβύτερος;
ἀμφισβητοῦμεν, ἔφη.
οὐκοῦν καὶ ὁπότερος γενναιότερος, ἐρίζοιτʼ ἄν, ἦν δʼ ἐγώ.
πάνυ γε, ἔφη.
καὶ μὴν ὁπότερός γε καλλίων, ὡσαύτως.
ἐγελασάτην οὖν ἄμφω.
οὐ μὴν ὁπότερός γε, ἔφην, πλουσιώτερος ὑμῶν, οὐκ ἐρήσομαι· φίλω γάρ ἐστον. ἦ γάρ;
πάνυ γʼ, ἐφάτην.
οὐκοῦν κοινὰ τά γε φίλων λέγεται, ὥστε τούτῳ γε οὐδὲν διοίσετον, εἴπερ ἀληθῆ περὶ τῆς φιλίας λέγετον.
συνεφάτην. 207d
ἐπεχείρουν δὴ μετὰ τοῦτο ἐρωτᾶν ὁπότερος δικαιότερος καὶ σοφώτερος αὐτῶν εἴη. μεταξὺ οὖν τις προσελθὼν ἀνέστησε τὸν Μενέξενον, φάσκων καλεῖν τὸν παιδοτρίβην· ἐδόκει γάρ μοι ἱεροποιῶν τυγχάνειν. ἐκεῖνος μὲν οὖν ᾤχετο· ἐγὼ δὲ τὸν λύσιν ἠρόμην, ἦ που, ἦν δʼ ἐγώ, ὦ Λύσι, σφόδρα φιλεῖ σε ὁ πατὴρ καὶ ἡ μήτηρ;— πάνυ γε, ἦ δʼ ὅς.—οὐκοῦν βούλοιντο ἄν σε ὡς εὐδαιμονέστατον εἶναι;— 207e πῶς γὰρ οὔ;—δοκεῖ δέ σοι εὐδαίμων εἶναι ἄνθρωπος δουλεύων τε καὶ ᾧ μηδὲν ἐξείη ποιεῖν ὧν ἐπιθυμοῖ;— μὰ Δίʼ οὐκ ἔμοιγε, ἔφη.—οὐκοῦν εἴ σε φιλεῖ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ εὐδαίμονά σε ἐπιθυμοῦσι γενέσθαι, τοῦτο παντὶ τρόπῳ δῆλον ὅτι προθυμοῦνται ὅπως ἂν εὐδαιμονοίης.— πῶς γὰρ οὐχί; ἔφη.—ἐῶσιν ἄρα σε ἃ βούλει ποιεῖν, καὶ οὐδὲν ἐπιπλήττουσιν οὐδὲ διακωλύουσι ποιεῖν ὧν ἂν ἐπιθυμῇς;— ναὶ μὰ Δία ἐμέ γε, ὦ Σώκρατες, καὶ μάλα γε πολλὰ κωλύουσιν.—
Lysis. Plato. ed. John Burnet. Oxford. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.