ΘΕ.
ἧι τῶν ἐν τῇ πόλει, ἔμοιγε δοκεῖ.ΣΩ.
οὐκοῦν ἐν τῇ πόλει εἰσὶν καὶ οἱ κάμνοντες;ΘΕ.
ναί, ἀλλʼ οὐ τούτων λέγω μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐν τῇ πόλει.ΣΩ.
ἆρά γε μανθάνω ἣν λέγεις τέχνην; δοκεῖς γάρ μοι λέγειν οὐχ ᾗ τῶν θεριζόντων ἐπιστάμεθα ἄρχειν καὶ τρυγώντων καὶ τῶν φυτευόντων καὶ σπειρόντων καὶ ἁλοώντων· αὕτη μὲν γὰρ γεωργική, ᾗ τούτων ἄρχομεν. ἦ γάρ;ΘΕ.
ναί.ΣΩ.
οὐδέ γε οἶμαι ᾗ τῶν πριζόντων καὶ τρυπώντων καὶ ξεόντων καὶ τορνευόντων συμπάντων ἐπιστάμεθα ἄρχειν, οὐ ταύτην λέγεις· αὕτη μὲν γὰρ οὐ τεκτονική;ΘΕ.
ναί.ΣΩ.
ἀλλʼ ἴσως ᾗ τούτων τε πάντων καὶ αὐτῶν τῶν γεωργῶν καὶ τῶν τεκτόνων καὶ τῶν δημιουργῶν ἁπάντων καὶ τῶν ἰδιωτῶν καὶ τῶν γυναικῶν καὶ ἀνδρῶν, ταύτην ἴσως λέγεις τὴν σοφίαν.ΘΕ.
ταύτην πάλαι, ὦ Σώκρατες, βούλομαι λέγειν.ΣΩ.
ἔχεις οὖν εἰπεῖν, Αἴγισθος ὁ Ἀγαμέμνονα ἀποκτείνας ἐν Ἄργει ἆρα τούτων ἦρχεν ὧν σὺ λέγεις, τῶν τε δημιουργῶν καὶ ἰδιωτῶν καὶ ἀνδρῶν καὶ γυναικῶν συμπάντων, ἢ ἄλλων τινῶν;ΘΕ.
οὔκ, ἀλλὰ τούτων.ΣΩ.
τί δὲ δή; Πηλεὺς ὁ Αἰακοῦ ἐν Φθίᾳ οὐ τῶν αὐτῶν τούτων ἦρχεν;ΘΕ.
ναί.ΣΩ.
Περίανδρον δὲ τὸν Κυψέλου ἄρχοντα ἐν Κορίνθῳ ἤδη ἀκήκοας γενέσθαι;ΘΕ.
ἔγωγε.ΣΩ.
οὐ τῶν αὐτῶν τούτων ἄρχοντα ἐν τῇ αὑτοῦ πόλει;ΘΕ.
ναί.ΣΩ.
τί δὲ Ἀρχέλαον τὸν Περδίκκου, τὸν νεωστὶ τοῦτον ἄρχοντα ἐν Μακεδονίᾳ; οὐ τῶν αὐτῶν ἡγῇ τούτων ἄρχειν;ΘΕ.
ἔγωγε.ΣΩ.
Ἱππίαν δὲ τὸν Πεισιστράτου ἐν τῇδε τῇ πόλει ἄρξαντα τίνων οἴει ἄρξαι; οὐ τούτων;ΘΕ.
πῶς γὰρ οὔ;ΣΩ.
εἴποις ἂν οὖν μοι τίνα ἐπωνυμίαν ἔχει Βάκις τε καὶ Σίβυλλα καὶ ὁ ἡμεδαπὸς Ἀμφίλυτος;ΘΕ.
τίνα γὰρ ἄλλην, ὦ Σώκρατες, πλήν γε χρησμῳδοί;ΣΩ.
ὀρθῶς λέγεις. ἀλλὰ καὶ τούσδε μοι οὕτω πειρῶ ἀποκρίνασθαι, τίνα ἐπωνυμίαν ἔχει Ἱππίας καὶ Περίανδρος διὰ τὴν αὐτὴν ἀρχήν;ΘΕ.
οἶμαι μὲν τύραννοι· τί γὰρ ἄλλο;ΣΩ.
οὐκοῦν ὅστις ἐπιθυμεῖ τῶν ἀνθρώπων τῶν ἐν τῇ πόλει συμπάντων ἄρχειν, τῆς αὐτῆς ἀρχῆς τούτοις ἐπιθυμεῖ, τυραννικῆς, καὶ τύραννος εἶναι;ΘΕ.
φαίνεται.ΣΩ.
οὐκοῦν ταύτης ἐπιθυμεῖν σὺ φῄς;ΘΕ.
ἔοικέν γε ἐξ ὧν ἐγὼ εἶπον.Theages. Plato. ed. John Burnet. Oxford. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.