ἔπειτά γε δήπου ἐάντε οἱ φίλοι αὐτῷ διαίτας ἐπιτρέπωσιν, ἐάντε ἡ πόλις τι προστάττῃ διακρίνειν ἢ δικάζειν, 139 139a αἰσχρὸν ἐν τούτοις, ὦ ἑταῖρε, δεύτερον φαίνεσθαι ἢ τρίτον καὶ μὴ οὐχ ἡγεῖσθαι;
δοκεῖ μοι.
πολλοῦ ἄρα δεῖ ἡμῖν, ὦ βέλτιστε, τὸ φιλοσοφεῖν πολυμαθία τε εἶναι καὶ ἡ περὶ τὰς τέχνας πραγματεία.
εἰπόντος δʼ ἐμοῦ ταῦτα ὁ μὲν σοφὸς αἰσχυνθεὶς τοῖς προειρημένοις ἐσίγησεν, ὁ δὲ ἀμαθὴς ἔφη ἐκείνως εἶναι· καὶ οἱ ἄλλοι ἐπῄνεσαν τὰ εἰρημένα.
Lovers. Plato. ed. John Burnet. Oxford. 1910.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.