ΑΛ.
φαύλην τινὰ ἔγωγε, ὦ Σώκρατες.ΣΩ.
φαίης γε ἂν οἶμαι ὁπόταν ὁρῴης ἕνα ἕκαστον αὐτῶν φιλοτιμούμενόν τε καὶ νέμοντα τὸ πλεῖστον τῆς πολιτείαςΑΛ.
ὀρθῶς μέντοι νὴ Δία.ΣΩ.
οὐκοῦν ἀναγκαῖον ἡμῖν ἐδόκει οἰηθῆναι δεῖν πρῶτον ἡμᾶς εἰδέναι ἢ τῷ ὄντι εἰδέναι τοῦτο ὃ ἂν προχείρως μέλλωμεν ἢ πράττειν ἢ λέγειν;ΑΛ.
ἐδόκει.ΣΩ.
οὐκοῦν κἂν μὲν πράττῃ ἅ τις οἶδεν ἢ δοκεῖ εἰδέναι, παρέπηται δὲ τὸ ὠφελίμως, καὶ λυσιτελούντως ἡμᾶς ἕξειν 146c καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ;ΑΛ.
πῶς γὰρ οὔ;ΣΩ.
ἐὰν δέ γʼ οἶμαι τἀναντία τούτων, οὔτε τῇ πόλει οὔτʼ αὐτὸν αὑτῷ;ΑΛ.
οὐ δῆτα.ΣΩ.
τί δέ; καὶ νῦν ἔτι ὡσαύτως σοι δοκεῖ ἢ ἄλλως πως;ΑΛ.
οὔκ, ἀλλʼ οὕτως.ΣΩ.
ἆρʼ οὖν ἔφησθα καλεῖν τοὺς μὲν πολλοὺς ἄφρονας, τοὺς δʼ ὀλίγους φρονίμους;ΑΛ.
ἔγωγε.ΣΩ.
οὐκοῦν φαμεν πάλιν τοὺς πολλοὺς διημαρτηκέναι τοῦ βελτίστου, ὡς τὰ πολλά γε οἶμαι ἄνευ νοῦ δόξῃ πεπιστευκότας.ΑΛ.
φαμὲν γάρ.ΣΩ.
Λυσιτελεῖ ἄρα τοῖς πολλοῖς μήτʼ εἰδέναι μηδὲν μήτʼ οἴεσθαι εἰδέναι, εἴπερ γε μᾶλλον προθυμήσονται πράττειν μὲν ταῦτα ἅττʼ ἂν εἰδῶσιν ἢ οἰηθῶσιν εἰδέναι, πράττοντες δὲ βλάπτεσθαι τὰ πλείω μᾶλλον ἢ ὠφελεῖσθαι.ΑΛ.
ἀληθέστατα λέγεις.ΣΩ.
ὁρᾷς οὖν, ὅτε γʼ ἔφην κινδυνεύειν τό γε τῶν ἄλλων 146e ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης κεκτημένος ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω τὸν ἔχοντα αὐτό, ἆρʼ οὐχὶ τῷ ὄντι ὀρθῶς ἐφαινόμην λέγων;ΑΛ.
καὶ εἰ μὴ τότε, ἀλλὰ νῦν μοι δοκεῖ, ὦ Σώκρατες.Alcibiades 2. Plato. ed. John Burnet. Oxford. 1910.
Funding provided by The Annenberg CPB/Project.