ΣΩ.
φέρε δή, τί ἐστιν τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι—μὴ πολλάκις 128 128a λάθωμεν οὐχ ἡμῶν αὐτῶν ἐπιμελούμενοι, οἰόμενοι δέ —καὶ πότʼ ἄρα αὐτὸ ποιεῖ ἅνθρωπος; ἆρʼ ὅταν τῶν αὑτοῦ ἐπιμελῆται, τότε καὶ αὑτοῦ;ΑΛ.
ἐμοὶ γοῦν δοκεῖ.ΣΩ.
τί δέ; ποδῶν ἅνθρωπος ποτε ἐπιμελεῖται; ἆρʼ ὅταν ἐκείνων ἐπιμελῆται ἅ ἐστι τῶν ποδῶν;ΑΛ.
οὐ μανθάνω.ΣΩ.
καλεῖς δέ τι χειρός; οἷον δακτύλιον ἔστιν ὅτου ἂν ἄλλου τῶν τοῦ ἀνθρώπου φαίης ἢ δακτύλου;ΑΛ.
οὐ δῆτα.ΣΩ.
οὐκοῦν καὶ ποδὸς ὑπόδημα τὸν αὐτὸν τρόπον;ΑΛ.
ναί.ΣΩ.
καὶ ἱμάτια καὶ στρώματα τοῦ ἄλλου σώματος ὁμοίως;ΑΛ.
ναί.ΣΩ.
ἆρʼ οὖν ὅταν ὑποδημάτων ἐπιμελώμεθα, τότε ποδῶν ἐπιμελούμεθα;ΑΛ.
οὐ πάνυ μανθάνω, ὦ Σώκρατες.ΣΩ.
τί δέ, ὦ Ἀλκιβιάδη; ὀρθῶς ἐπιμελεῖσθαι καλεῖς τι ὁτουοῦν πράγματος;ΑΛ.
ἔγωγε.ΣΩ.
ἆρʼ οὖν ὅταν τίς τι βέλτιον ποιῇ, τότε ὀρθὴν λέγεις ἐπιμέλειαν;ΑΛ.
ναί.ΣΩ.
τίς οὖν τέχνη ὑποδήματα βελτίω ποιεῖ;ΑΛ.
σκυτική.ΣΩ.
σκυτικῇ ἄρα ὑποδημάτων ἐπιμελούμεθα;ΑΛ.
ναί.ΣΩ.
ἦ καὶ ποδὸς σκυτικῇ; ἢ ἐκείνῃ ᾗ πόδας βελτίους ποιοῦμεν;ΑΛ.
ἐκείνῃ.ΣΩ.
βελτίους δὲ πόδας οὐχ ᾗπερ καὶ τὸ ἄλλο σῶμα;ΑΛ.
ἔμοιγε δοκεῖ.ΣΩ.
αὕτη δʼ οὐ γυμναστική;ΑΛ.
μάλιστα.ΣΩ.
γυμναστικῇ μὲν ἄρα ποδὸς ἐπιμελούμεθα, σκυτικῇ δὲ τῶν τοῦ ποδός;ΑΛ.
πάνυ γε.ΣΩ.
καὶ γυμναστικῇ μὲν χειρῶν, δακτυλιογλυφίᾳ δὲ τῶν τῆς χειρός;ΑΛ.
ναί.ΣΩ.
καὶ γυμναστικῇ μὲν σώματος, ὑφαντικῇ δὲ καὶ ταῖς 128d ἄλλαις τῶν τοῦ σώματος;ΑΛ.
παντάπασι μὲν οὖν.ΣΩ.
ἄλλῃ μὲν ἄρα τέχνῃ αὐτοῦ ἑκάστου ἐπιμελούμεθα, ἄλλῃ δὲ τῶν αὐτοῦ.ΑΛ.
φαίνεται.ΣΩ.
οὐκ ἄρα ὅταν τῶν σαυτοῦ ἐπιμελῇ, σαυτοῦ ἐπιμελῇ.ΑΛ.
οὐδαμῶς.ΣΩ.
οὐ γὰρ ἡ αὐτὴ τέχνη, ὡς ἔοικεν, ᾗ τις ἂν αὑτοῦ τε ἐπιμελοῖτο καὶ τῶν αὑτοῦ.ΑΛ.
οὐ φαίνεται.ΣΩ.
φέρε δή, ποίᾳ ποτʼ ἂν ἡμῶν αὐτῶν ἐπιμεληθείημεν;ΑΛ.
οὐκ ἔχω λέγειν.ΣΩ.
ἀλλὰ τοσόνδε γε ὡμολόγηται, ὅτι οὐχ ᾗ ἂν τῶν ἡμετέρων καὶ ὁτιοῦν βέλτιον ποιοῖμεν, ἀλλʼ ᾗ ἡμᾶς αὐτούς;ΑΛ.
ἀληθῆ λέγεις.ΣΩ.
ἦ οὖν ἔγνωμεν ἄν ποτε τίς τέχνη ὑπόδημα βέλτιον ποιεῖ, μὴ εἰδότες ὑπόδημα;ΑΛ.
ἀδύνατον.ΣΩ.
οὐδέ γε τίς τέχνη δακτυλίους βελτίους ποιεῖ, ἀγνοοῦντες δακτύλιον.ΑΛ.
ἀληθῆ.ΣΩ.
τί δέ; τίς τέχνη βελτίω ποιεῖ αὐτόν, ἆρʼ ἄν ποτε γνοῖμεν ἀγνοοῦντες τί ποτʼ ἐσμὲν αὐτοί;Alcibiades 1. Plato. ed. John Burnet. Oxford. 1910.
Funding provided by The Annenberg CPB/Project.