ΣΩ.
καλοὺς δὲ κἀγαθοὺς λέγεις τοὺς φρονίμους ἢ τοὺς ἄφρονας;ΑΛ.
τοὺς φρονίμους.ΣΩ.
οὐκοῦν ὃ ἕκαστος φρόνιμος, τοῦτʼ ἀγαθός;ΑΛ.
ναί.ΣΩ.
ὃ δὲ ἄφρων, πονηρός;ΑΛ.
πῶς γὰρ οὔ;ΣΩ.
ἆρʼ οὖν ὁ σκυτοτόμος φρόνιμος εἰς ὑποδημάτων ἐργασίαν;ΑΛ.
πάνυ γε.ΣΩ.
ἀγαθὸς ἄρʼ εἰς αὐτά;ΑΛ.
ἀγαθός.ΣΩ.
τί δʼ; εἰς ἱματίων ἐργασίαν οὐκ ἄφρων ὁ σκυτοτόμος;ΑΛ.
ναί.ΣΩ.
κακὸς ἄρα εἰς τοῦτο;ΑΛ.
ναί.ΣΩ.
ὁ αὐτὸς ἄρα τούτῳ γε τῷ λόγῳ κακός τε καὶ ἀγαθός.ΑΛ.
φαίνεται.ΣΩ.
ἦ οὖν λέγεις τοὺς ἀγαθοὺς ἄνδρας εἶναι καὶ κακούς;ΑΛ.
οὐ δῆτα.ΣΩ.
ἀλλὰ τίνας ποτὲ τοὺς ἀγαθοὺς λέγεις;ΑΛ.
τοὺς δυναμένους ἔγωγε ἄρχειν ἐν τῇ πόλει.ΣΩ.
οὐ δήπου ἵππων γε;ΑΛ.
οὐ δῆτα.ΣΩ.
ἀλλʼ ἀνθρώπων;ΑΛ.
ναί.ΣΩ.
ἆρα καμνόντων;ΑΛ.
οὔ.ΣΩ.
ἀλλὰ πλεόντων;ΑΛ.
οὔ φημι.ΣΩ.
ἀλλὰ θεριζόντων;ΑΛ.
οὔ.ΣΩ.
ἀλλʼ οὐδὲν ποιούντων ἤ τι ποιούντων;ΑΛ.
ποιούντων λέγω.ΣΩ.
τί; πειρῶ καὶ ἐμοὶ δηλῶσαι.ΑΛ.
οὐκοῦν τῶν καὶ συμβαλλόντων ἑαυτοῖς καὶ χρωμένων ἀλλήλοις, ὥσπερ ἡμεῖς ζῶμεν ἐν ταῖς πόλεσιν.ΣΩ.
οὐκοῦν ἀνθρώπων λέγεις ἄρχειν ἀνθρώποις χρωμένων;ΑΛ.
ναί.ΣΩ.
ἆρα κελευστῶν χρωμένων ἐρέταις;ΑΛ.
οὐ δῆτα.ΣΩ.
κυβερνητικὴ γὰρ αὕτη γε ἀρετή;ΑΛ.
ναί.ΣΩ.
ἀλλʼ ἀνθρώπων λέγεις ἄρχειν αὐλητῶν, ἀνθρώποις 125d ἡγουμένων ᾠδῆς καὶ χρωμένων χορευταῖς;ΑΛ.
οὐ δῆτα.ΣΩ.
χοροδιδασκαλικὴ γὰρ αὕτη γʼ αὖ;ΑΛ.
πάνυ γε.ΣΩ.
ἀλλὰ τί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τʼ εἶναι ἄρχειν;ΑΛ.
κοινωνούντων ἔγωγε λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλλήλους, τούτων ἄρχειν τῶν ἐν τῇ πόλει.ΣΩ.
τίς οὖν αὕτη ἡ τέχνη; ὥσπερ ἂν εἴ σε ἐροίμην πάλιν τὰ νυνδή, κοινωνούντων ναυτιλίας ἐπίστασθαι ἄρχειν τίς ποιεῖ τέχνη;ΑΛ.
κυβερνητική.ΣΩ.
κοινωνούντων δʼ ᾠδῆς, ὡς νυνδὴ ἐλέγετο, τις ἐπιστήμη ποιεῖ ἄρχειν;ΑΛ.
ἥνπερ σὺ ἄρτι ἔλεγες, ἡ χοροδιδασκαλία.ΣΩ.
τί δέ; πολιτείας κοινωνούντων τίνα καλεῖς ἐπιστήμην;ΑΛ.
εὐβουλίαν ἔγωγε, ὦ Σώκρατες.ΣΩ.
τί δέ; μῶν ἀβουλία δοκεῖ εἶναι ἡ τῶν κυβερνητῶν;ΑΛ.
οὐ δῆτα.ΣΩ.
ἀλλʼ εὐβουλία;Alcibiades 1. Plato. ed. John Burnet. Oxford. 1910.
Funding provided by The Annenberg CPB/Project.