ΑΛ.
οἷον καὶ τὸ ἑλληνίζειν παρὰ τούτων ἔγωγʼ ἔμαθον, καὶ οὐκ ἂν ἔχοιμι εἰπεῖν ἐμαυτοῦ διδάσκαλον, ἀλλʼ εἰς τοὺς αὐτοὺς ἀναφέρω οὓς σὺ φῂς οὐ σπουδαίους εἶναι διδασκάλους.ΣΩ.
ἀλλʼ, ὦ γενναῖε, τούτου μὲν ἀγαθοὶ διδάσκαλοι οἱ πολλοί, καὶ δικαίως ἐπαινοῖντʼ ἂν αὐτῶν εἰς διδασκαλίαν.ΑΛ.
τί δή;ΣΩ.
ὅτι ἔχουσι περὶ αὐτὰ ἃ χρὴ τοὺς ἀγαθοὺς διδασκάλους ἔχειν.ΑΛ.
τί τοῦτο λέγεις;ΣΩ.
οὐκ οἶσθʼ ὅτι χρὴ τοὺς μέλλοντας διδάσκειν ὁτιοῦν 111b αὐτοὺς πρῶτον εἰδέναι; ἢ οὔ;ΑΛ.
πῶς γὰρ οὔ;ΣΩ.
οὐκοῦν τοὺς εἰδότας ὁμολογεῖν τε ἀλλήλοις καὶ μὴ διαφέρεσθαι;ΑΛ.
ναί.ΣΩ.
ἐν οἷς δʼ ἂν διαφέρωνται, ταῦτα φήσεις εἰδέναι αὐτούς;ΑΛ.
οὐ δῆτα.ΣΩ.
τούτων οὖν διδάσκαλοι πῶς ἂν εἶεν;ΑΛ.
οὐδαμῶς.ΣΩ.
τί οὖν; δοκοῦσί σοι διαφέρεσθαι οἱ πολλοὶ ποῖόν ἐστι λίθος ἢ ξύλον; καὶ ἐάν τινα ἐρωτᾷς, ἆρʼ οὐ τὰ αὐτὰ 111c ὁμολογοῦσιν, καὶ ἐπὶ ταὐτὰ ὁρμῶσιν ὅταν βούλωνται λαβεῖν λίθον ἢ ξύλον; ὡσαύτως καὶ πάνθʼ ὅσα τοιαῦτα· σχεδὸν γάρ τι μανθάνω τὸ ἑλληνίζειν ἐπίστασθαι ὅτι τοῦτο λέγεις· ἢ οὔ;ΑΛ.
ναί.ΣΩ.
οὐκοῦν εἰς μὲν ταῦθʼ, ὥσπερ εἴπομεν, ἀλλήλοις τε ὁμολογοῦσι καὶ αὐτοὶ ἑαυτοῖς ἰδίᾳ, καὶ δημοσίᾳ αἱ πόλεις πρὸς ἀλλήλας οὐκ ἀμφισβητοῦσιν αἱ μὲν ταῦθʼ αἱ δʼ ἄλλα φάσκουσαι;ΑΛ.
οὐ γάρ.ΣΩ.
εἰκότως ἂν ἄρα τούτων γε καὶ διδάσκαλοι εἶεν ἀγαθοί.ΑΛ.
ναί.ΣΩ.
οὐκοῦν εἰ μὲν βουλοίμεθα ποιῆσαί τινα περὶ αὐτῶν εἰδέναι, ὀρθῶς ἂν αὐτὸν πέμποιμεν εἰς διδασκαλίαν τούτων τῶν πολλῶν;ΑΛ.
πάνυ γε.ΣΩ.
τί δʼ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν ἢ ποῖοι ἵπποι, ἀλλὰ καὶ τίνες αὐτῶν δρομικοί τε καὶ μή, ἆρʼ ἔτι οἱ πολλοὶ τοῦτο ἱκανοὶ διδάξαι;ΑΛ.
οὐ δῆτα.ΣΩ.
ἱκανὸν δέ σοι τεκμήριον ὅτι οὐκ ἐπίστανται οὐδὲ 111e κρήγυοι διδάσκαλοί εἰσιν τούτων, ἐπειδὴ οὐδὲν ὁμολογοῦσιν ἑαυτοῖς περὶ αὐτῶν;ΑΛ.
ἔμοιγε.ΣΩ.
τί δʼ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν, ἀλλʼ ὁποῖοι ὑγιεινοὶ ἢ νοσώδεις, ἆρʼ ἱκανοὶ ἂν ἡμῖν ἦσαν διδάσκαλοι οἱ πολλοί;ΑΛ.
οὐ δῆτα.ΣΩ.
ἦν δʼ ἄν σοι τεκμήριον ὅτι μοχθηροί εἰσι τούτων διδάσκαλοι, εἰ ἑώρας αὐτοὺς διαφερομένους;ΑΛ.
ἔμοιγε.Alcibiades 1. Plato. ed. John Burnet. Oxford. 1910.
Funding provided by The Annenberg CPB/Project.