πάνυ γʼ, εἰπεῖν τὸν Σωκράτη, μανθάνω.
οὐκοῦν καὶ ἐπιστήμη, φάναι, αὐτὴ μὲν ὃ ἔστι ἐπιστήμη τῆς ὃ ἔστιν ἀλήθεια αὐτῆς ἂν ἐκείνης εἴη ἐπιστήμη;
πάνυ γε.
ἑκάστη δὲ αὖ τῶν ἐπιστημῶν, ἣ ἔστιν, ἑκάστου τῶν ὄντων, ὃ ἔστιν, εἴη ἂν ἐπιστήμη· ἢ οὔ;
ναί.
ἡ δὲ παρʼ ἡμῖν ἐπιστήμη οὐ τῆς παρʼ ἡμῖν ἂν ἀληθείας εἴη, καὶ αὖ ἑκάστη ἡ παρʼ ἡμῖν ἐπιστήμη τῶν παρʼ ἡμῖν 134b ὄντων ἑκάστου ἂν ἐπιστήμη συμβαίνοι εἶναι;
ἀνάγκη.
ἀλλὰ μὴν αὐτά γε τὰ εἴδη, ὡς ὁμολογεῖς, οὔτε ἔχομεν οὔτε παρʼ ἡμῖν οἷόν τε εἶναι.
οὐ γὰρ οὖν.
γιγνώσκεται δέ γέ που ὑπʼ αὐτοῦ τοῦ εἴδους τοῦ τῆς ἐπιστήμης αὐτὰ τὰ γένη ἃ ἔστιν ἕκαστα;
ναί.
ὅ γε ἡμεῖς οὐκ ἔχομεν.
οὐ γάρ.
οὐκ ἄρα ὑπό γε ἡμῶν γιγνώσκεται τῶν εἰδῶν οὐδέν, ἐπειδὴ αὐτῆς ἐπιστήμης οὐ μετέχομεν.
οὐκ ἔοικεν.
ἄγνωστον ἄρα ἡμῖν καὶ αὐτὸ τὸ καλὸν ὃ ἔστι καὶ 134c τὸ ἀγαθὸν καὶ πάντα ἃ δὴ ὡς ἰδέας αὐτὰς οὔσας ὑπολαμβάνομεν.
κινδυνεύει.
ὅρα δὴ ἔτι τούτου δεινότερον τόδε.
τὸ ποῖον;
φαίης ἄν που, εἴπερ ἔστιν αὐτό τι γένος ἐπιστήμης, πολὺ αὐτὸ ἀκριβέστερον εἶναι ἢ τὴν παρʼ ἡμῖν ἐπιστήμην, καὶ κάλλος καὶ τἆλλα πάντα οὕτω.
ναί.
οὐκοῦν εἴπερ τι ἄλλο αὐτῆς ἐπιστήμης μετέχει, οὐκ ἄν τινα μᾶλλον ἢ θεὸν φαίης ἔχειν τὴν ἀκριβεστάτην ἐπιστήμην;
ἀνάγκη. 134d
ἆρʼ οὖν οἷός τε αὖ ἔσται ὁ θεὸς τὰ παρʼ ἡμῖν γιγνώσκειν αὐτὴν ἐπιστήμην ἔχων;
τί γὰρ οὔ;
ὅτι, ἔφη ὁ Παρμενίδης, ὡμολόγηται ἡμῖν, ὦ Σώκρατες, μήτε ἐκεῖνα τὰ εἴδη πρὸς τὰ παρʼ ἡμῖν τὴν δύναμιν ἔχειν ἣν ἔχει, μήτε τὰ παρʼ ἡμῖν πρὸς ἐκεῖνα, ἀλλʼ αὐτὰ πρὸς αὑτὰ ἑκάτερα.
ὡμολόγηται γάρ.
οὐκοῦν εἰ παρὰ τῷ θεῷ αὕτη ἐστὶν ἡ ἀκριβεστάτη δεσποτεία καὶ αὕτη ἡ ἀκριβεστάτη ἐπιστήμη, οὔτʼ ἂν ἡ δεσποτεία ἡ ἐκείνων ἡμῶν ποτὲ ἂν δεσπόσειεν, οὔτʼ ἂν 134e ἐπιστήμη ἡμᾶς γνοίη οὐδέ τι ἄλλο τῶν παρʼ ἡμῖν, ἀλλὰ ὁμοίως ἡμεῖς τε ἐκείνων οὐκ ἄρχομεν τῇ παρʼ ἡμῖν ἀρχῇ οὐδὲ γιγνώσκομεν τοῦ θείου οὐδὲν τῇ ἡμετέρᾳ ἐπιστήμῃ, ἐκεῖνοί τε αὖ κατὰ τὸν αὐτὸν λόγον οὔτε δεσπόται ἡμῶν εἰσὶν οὔτε γιγνώσκουσι τὰ ἀνθρώπεια πράγματα θεοὶ ὄντες.
ἀλλὰ μὴ λίαν, ἔφη, ᾖ θαυμαστὸς ὁ λόγος, εἴ τις τὸν θεὸν ἀποστερήσει τοῦ εἰδέναι.
Parmenides. Plato. ed. John Burnet. Oxford. 1910.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.