ΣΩ.
οὐκοῦν τόδε γʼ ἔσθʼ ἡμῖν περὶ πάντα καὶ καθʼ ἕκαστον, ἤτοι εἰδέναι ἢ μὴ εἰδέναι; μανθάνειν γὰρ καὶ ἐπιλανθάνεσθαι μεταξὺ τούτων ὡς ὄντα χαίρειν λέγω ἐν τῷ παρόντι· νῦν γὰρ ἡμῖν πρὸς λόγον ἐστὶν οὐδέν.ΘΕΑΙ.
ἀλλὰ μήν, ὦ Σώκρατες, ἄλλο γʼ οὐδὲν λείπεται περὶ ἕκαστον πλὴν εἰδέναι ἢ μὴ εἰδέναι.ΣΩ.
οὐκοῦν ἤδη ἀνάγκη τὸν δοξάζοντα δοξάζειν ἢ ὧν τι οἶδεν ἢ μὴ οἶδεν;ΘΕΑΙ.
ἀνάγκη.ΣΩ.
καὶ μὴν εἰδότα γε μὴ εἰδέναι τὸ αὐτὸ ἢ μὴ εἰδότα 188b εἰδέναι ἀδύνατον.ΘΕΑΙ.
πῶς δʼ οὔ;ΣΩ.
ἆρʼ οὖν ὁ τὰ ψευδῆ δοξάζων, ἃ οἶδε, ταῦτα οἴεται οὐ ταῦτα εἶναι ἀλλὰ ἕτερα ἄττα ὧν οἶδε, καὶ ἀμφότερα εἰδὼς ἀγνοεῖ αὖ ἀμφότερα;ΘΕΑΙ.
ἀλλʼ ἀδύνατον, ὦ Σώκρατες.ΣΩ.
ἀλλʼ ἆρα, ἃ μὴ οἶδεν, ἡγεῖται αὐτὰ εἶναι ἕτερα ἄττα ὧν μὴ οἶδε, καὶ τοῦτʼ ἔστι τῷ μήτε Θεαίτητον μήτε Σωκράτη εἰδότι εἰς τὴν διάνοιαν λαβεῖν ὡς ὁ Σωκράτης Θεαίτητος ἢ ὁ Θεαίτητος Σωκράτης;ΘΕΑΙ.
καὶ πῶς ἄν;ΣΩ.
ἀλλʼ οὐ μήν, ἅ γέ τις οἶδεν, οἴεταί που ἃ μὴ οἶδεν αὐτὰ εἶναι, οὐδʼ αὖ ἃ μὴ οἶδεν, ἃ οἶδεν.ΘΕΑΙ.
τέρας γὰρ ἔσται.ΣΩ.
πῶς οὖν ἂν ἔτι ψευδῆ δοξάσειεν; ἐκτὸς γὰρ τούτων ἀδύνατόν που δοξάζειν, ἐπείπερ πάντʼ ἢ ἴσμεν ἢ οὐκ ἴσμεν, ἐν δὲ τούτοις οὐδαμοῦ φαίνεται δυνατὸν ψευδῆ δοξάσαι.ΘΕΑΙ.
ἀληθέστατα.ΣΩ.
ἆρʼ οὖν οὐ ταύτῃ σκεπτέον ὃ ζητοῦμεν, κατὰ τὸ 188d εἰδέναι καὶ μὴ εἰδέναι ἰόντας, ἀλλὰ κατὰ τὸ εἶναι καὶ μή;ΘΕΑΙ.
πῶς λέγεις;ΣΩ.
μὴ ἁπλοῦν ᾖ ὅτι ὁ τὰ μὴ ὄντα περὶ ὁτουοῦν δοξάζων οὐκ ἔσθʼ ὡς οὐ ψευδῆ δοξάσει, κἂν ὁπωσοῦν ἄλλως τὰ τῆς διανοίας ἔχῃ.ΘΕΑΙ.
εἰκός γʼ αὖ, ὦ Σώκρατες.ΣΩ.
πῶς οὖν; τί ἐροῦμεν, ὦ Θεαίτητε, ἐάν τις ἡμᾶς ἀνακρίνῃ· δυνατὸν δὲ ὁτῳοῦν ὃ λέγεται, καί τις ἀνθρώπων τὸ μὴ ὂν δοξάσει, εἴτε περὶ τῶν ὄντων του εἴτε αὐτὸ καθʼ αὑτό; καὶ ἡμεῖς δή, ὡς ἔοικεν, πρὸς ταῦτα φήσομεν· ὅταν 188e γε μὴ ἀληθῆ οἴηται οἰόμενος· ἢ πῶς ἐροῦμεν;ΘΕΑΙ.
οὕτως.ΣΩ.
ἦ οὖν καὶ ἄλλοθί που τὸ τοιοῦτόν ἐστιν;ΘΕΑΙ.
τὸ ποῖον;ΣΩ.
εἴ τις ὁρᾷ μέν τι, ὁρᾷ δὲ οὐδέν.ΘΕΑΙ.
καὶ πῶς;ΣΩ.
ἀλλὰ μὴν εἰ ἕν γέ τι ὁρᾷ, τῶν ὄντων τι ὁρᾷ. ἢ σὺ οἴει ποτὲ τὸ ἓν ἐν τοῖς μὴ οὖσιν εἶναι;ΘΕΑΙ.
οὐκ ἔγωγε.ΣΩ.
ὁ ἄρα ἕν γέ τι ὁρῶν ὄν τι ὁρᾷ.ΘΕΑΙ.
φαίνεται.Theaetetus. Plato. ed. John Burnet. Oxford. 1905.
Funding provided by The Annenberg CPB/Project.