ΣΩ.
οὐκ ἐγώ, ὦ Ἑρμόγενες, αἴτιος, ἀλλʼ οἱ θέμενοι τὸ ὄνομα.ΕΡΜ.
ἀληθῆ λέγεις· ἀλλὰ δὴ τὸ ζημιῶδες τί ἂν εἴη;ΣΩ.
τί δʼ ἂν εἴη ποτὲ ζημιῶδες; θέασαι, ὦ Ἑρμόγενες, ὡς ἐγὼ ἀληθῆ λέγω λέγων ὅτι προστιθέντες γράμματα καὶ ἐξαιροῦντες σφόδρα ἀλλοιοῦσι τὰς τῶν ὀνομάτων διανοίας, οὕτως ὥστε σμικρὰ πάνυ παραστρέφοντες ἐνίοτε τἀναντία 418b ποιεῖν σημαίνειν. οἷον καὶ ἐν τῷ δέοντι· ἐνενόησα γὰρ αὐτὸ καὶ ἀνεμνήσθην ἄρτι ἀπὸ τοῦδε ὃ ἔμελλόν σοι ἐρεῖν ὅτι ἡ μὲν νέα φωνὴ ἡμῖν ἡ καλὴ αὑτηὶ καὶ τοὐναντίον περιέτρεψε μηνύειν τὸ δέον καὶ τὸ ζημιῶδες, ἀφανίζουσα ὅτι νοεῖ, ἡ δὲ παλαιὰ ἀμφότερον δηλοῖ ὃ βούλεται τοὔνομα.ΕΡΜ.
πῶς λέγεις;ΣΩ.
ἐγώ σοι ἐρῶ. οἶσθα ὅτι οἱ παλαιοὶ οἱ ἡμέτεροι τῷ ἰῶτα καὶ τῷ δέλτα εὖ μάλα ἐχρῶντο, καὶ οὐχ ἥκιστα 418c αἱ γυναῖκες, αἵπερ μάλιστα τὴν ἀρχαίαν φωνὴν σῴζουσι. νῦν δὲ ἀντὶ μὲν τοῦ ἰῶτα ἢ εἶ ἢ ἦτα μεταστρέφουσιν, ἀντὶ δὲ τοῦ δέλτα ζῆτα, ὡς δὴ μεγαλοπρεπέστερα ὄντα.ΕΡΜ.
πῶς δή;ΣΩ.
οἷον οἱ μὲν ἀρχαιότατοι ἱμέραν τὴν ἡμέραν ἐκάλουν, οἱ δὲ ἑμέραν, οἱ δὲ νῦν ἡμέραν.ΕΡΜ.
ἔστι ταῦτα.ΣΩ.
οἶσθα οὖν ὅτι μόνον τούτων δηλοῖ τὸ ἀρχαῖον ὄνομα τὴν διάνοιαν τοῦ θεμένου; ὅτι γὰρ ἁσμένοις τοῖς 418d ἀνθρώποις καὶ ἱμείρουσιν ἐκ τοῦ σκότους τὸ φῶς ἐγίγνετο, ταύτῃ ὠνόμασαν ἱμέραν.ΕΡΜ.
φαίνεται.ΣΩ.
νῦν δέ γε τετραγῳδημένον οὐδʼ ἂν κατανοήσαις ὅτι βούλεται ἡ ἡμέρα. καίτοι τινὲς οἴονται, ὡς δὴ ἡ ἡμέρα ἥμερα ποιεῖ, διὰ ταῦτα ὠνομάσθαι αὐτὴν οὕτως.ΕΡΜ.
δοκεῖ μοι.ΣΩ.
καὶ τό γε ζυγὸν οἶσθα ὅτι δυογὸν οἱ παλαιοὶ ἐκάλουν.ΕΡΜ.
πάνυ γε.ΣΩ.
καὶ τὸ μέν γε ζυγὸν οὐδὲν δηλοῖ, τὸ δὲ τοῖν 418e δυοῖν ἕνεκα τῆς δέσεως ἐς τὴν ἀγωγὴν ἐπωνόμασται δυογὸν δικαίως· νῦν δὲ ζυγόν. καὶ ἄλλα πάμπολλα οὕτως ἔχει.ΕΡΜ.
φαίνεται.ΣΩ.
κατὰ ταὐτὰ τοίνυν πρῶτον μὲν τὸ δέον οὕτω λεγόμενον τοὐναντίον σημαίνει πᾶσι τοῖς περὶ τὸ ἀγαθὸν ὀνόμασιν· ἀγαθοῦ γὰρ ἰδέα οὖσα τὸ δέον φαίνεται δεσμὸς εἶναι καὶ κώλυμα φορᾶς, ὥσπερ ἀδελφὸν ὂν τοῦ βλαβεροῦ.ΕΡΜ.
καὶ μάλα, ὦ Σώκρατες, οὕτω φαίνεται.Cratylus. Plato. ed. John Burnet. Oxford. 1905.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.