ΕΡΜ.
ἔστι ταῦτα.ΣΩ.
τί δὲ ἦν ἐκεῖνο ᾧ ἔδει τρυπᾶν;ΕΡΜ.
τρύπανον.ΣΩ.
τί δὲ ᾧ κερκίζειν;ΕΡΜ.
κερκίς.ΣΩ.
τί δὲ ᾧ ὀνομάζειν;ΕΡΜ.
ὄνομα.ΣΩ.
εὖ λέγεις. ὄργανον ἄρα τί ἐστι καὶ τὸ ὄνομα.ΕΡΜ.
πάνυ γε.ΣΩ.
εἰ οὖν ἐγὼ ἐροίμην τί ἦν ὄργανον ἡ κερκίς; οὐχ ᾧ κερκίζομεν;ΕΡΜ.
ναί.ΣΩ.
κερκίζοντες δὲ τί δρῶμεν; οὐ τὴν κρόκην καὶ τοὺς στήμονας συγκεχυμένους διακρίνομεν;ΕΡΜ.
ναί.ΣΩ.
οὐκοῦν καὶ περὶ τρυπάνου ἕξεις οὕτως εἰπεῖν καὶ περὶ τῶν ἄλλων;ΕΡΜ.
πάνυ γε.ΣΩ.
ἔχεις δὴ καὶ περὶ ὀνόματος οὕτως εἰπεῖν; ὀργάνῳ ὄντι τῷ ὀνόματι ὀνομάζοντες τί ποιοῦμεν;ΕΡΜ.
οὐκ ἔχω λέγειν.ΣΩ.
ἆρʼ οὐ διδάσκομέν τι ἀλλήλους καὶ τὰ πράγματα διακρίνομεν ᾗ ἔχει;ΕΡΜ.
πάνυ γε.ΣΩ.
ὄνομα ἄρα διδασκαλικόν τί ἐστιν ὄργανον καὶ 388c διακριτικὸν τῆς οὐσίας ὥσπερ κερκὶς ὑφάσματος.ΕΡΜ.
ναί.ΣΩ.
ὑφαντικὸν δέ γε ἡ κερκίς;ΕΡΜ.
πῶς δʼ οὔ;ΣΩ.
ὑφαντικὸς μὲν ἄρα κερκίδι καλῶς χρήσεται, καλῶς δʼ ἐστὶν ὑφαντικῶς· διδασκαλικὸς δὲ ὀνόματι, καλῶς δʼ ἐστὶ διδασκαλικῶς.ΕΡΜ.
ναί.ΣΩ.
τῷ τίνος οὖν ἔργῳ ὁ ὑφάντης καλῶς χρήσεται ὅταν τῇ κερκίδι χρῆται;ΕΡΜ.
τῷ τοῦ τέκτονος.ΣΩ.
πᾶς δὲ τέκτων ἢ ὁ τὴν τέχνην ἔχων;ΕΡΜ.
ὁ τὴν τέχνην.ΣΩ.
τῷ τίνος δὲ ἔργῳ ὁ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται;ΕΡΜ.
τῷ τοῦ χαλκέως.ΣΩ.
ἆρʼ οὖν πᾶς χαλκεὺς ἢ ὁ τὴν τέχνην ἔχων;ΕΡΜ.
ὁ τὴν τέχνην.ΣΩ.
εἶεν. τῷ δὲ τίνος ἔργῳ ὁ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται;ΕΡΜ.
οὐδὲ τοῦτʼ ἔχω.ΣΩ.
οὐδὲ τοῦτό γʼ ἔχεις εἰπεῖν, τίς παραδίδωσιν ἡμῖν τὰ ὀνόματα οἷς χρώμεθα;ΕΡΜ.
οὐ δῆτα.ΣΩ.
ἆρʼ οὐχὶ ὁ νόμος δοκεῖ σοι εἶναι ὁ παραδιδοὺς αὐτά;ΕΡΜ.
ἔοικεν.ΣΩ.
νομοθέτου ἄρα ἔργῳ χρήσεται ὁ διδασκαλικὸς ὅταν ὀνόματι χρῆται;ΕΡΜ.
δοκεῖ μοι.ΣΩ.
νομοθέτης δέ σοι δοκεῖ πᾶς εἶναι ἀνὴρ ἢ ὁ τὴν τέχνην ἔχων;ΕΡΜ.
ὁ τὴν τέχνην.Cratylus. Plato. ed. John Burnet. Oxford. 1905.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.