ΣΩ.
ἴσως μέντοι τὶ λέγεις, ὦ Ἑρμόγενες· σκεψώμεθα δέ. ὃ ἂν φῂς καλῇ τις ἕκαστον, τοῦθʼ ἑκάστῳ ὄνομα;ΕΡΜ.
ἔμοιγε δοκεῖ.ΣΩ.
καὶ ἐὰν ἰδιώτης καλῇ καὶ ἐὰν πόλις;ΕΡΜ.
φημί.ΣΩ.
τί οὖν; ἐὰν ἐγὼ καλῶ ὁτιοῦν τῶν ὄντων, οἷον ὃ νῦν καλοῦμεν ἄνθρωπον, ἐὰν ἐγὼ τοῦτο ἵππον προσαγορεύω, ὃ δὲ νῦν ἵππον, ἄνθρωπον, ἔσται δημοσίᾳ μὲν ὄνομα ἄνθρωπος τῷ αὐτῷ, ἰδίᾳ δὲ ἵππος; καὶ ἰδίᾳ μὲν αὖ ἄνθρωπος, δημοσίᾳ δὲ ἵππος; οὕτω λέγεις;ΕΡΜ.
ἔμοιγε δοκεῖ.ΣΩ.
φέρε δή μοι τόδε εἰπέ· καλεῖς τι ἀληθῆ λέγειν καὶ ψευδῆ;ΕΡΜ.
ἔγωγε.ΣΩ.
οὐκοῦν εἴη ἂν λόγος ἀληθής, ὁ δὲ ψευδής;ΕΡΜ.
πάνυ γε.ΣΩ.
ἆρʼ οὖν οὗτος ὃς ἂν τὰ ὄντα λέγῃ ὡς ἔστιν, ἀληθής· ὃς δʼ ἂν ὡς οὐκ ἔστιν, ψευδής;ΕΡΜ.
ναί.ΣΩ.
ἔστιν ἄρα τοῦτο, λόγῳ λέγειν τὰ ὄντα τε καὶ μή;ΕΡΜ.
πάνυ γε.ΣΩ.
ὁ λόγος δʼ ἐστὶν ὁ ἀληθὴς πότερον μὲν ὅλος ἀληθής, τὰ μόρια δʼ αὐτοῦ οὐκ ἀληθῆ;ΕΡΜ.
οὔκ, ἀλλὰ καὶ τὰ μόρια.ΣΩ.
πότερον δὲ τὰ μὲν μεγάλα μόρια ἀληθῆ, τὰ δὲ σμικρὰ οὔ· ἢ πάντα;ΕΡΜ.
πάντα, οἶμαι ἔγωγε.ΣΩ.
ἔστιν οὖν ὅτι λέγεις λόγου σμικρότερον μόριον ἄλλο ἢ ὄνομα;ΕΡΜ.
οὔκ, ἀλλὰ τοῦτο σμικρότατον.ΣΩ.
καὶ τοῦτο ὄνομα ἄρα τὸ τοῦ ἀληθοῦς λόγου λέγεται;ΕΡΜ.
ναί.ΣΩ.
ἀληθές γε, ὡς φῄς.ΕΡΜ.
ναί.ΣΩ.
τὸ δὲ τοῦ ψεύδους μόριον οὐ ψεῦδος;ΕΡΜ.
φημί.ΣΩ.
ἔστιν ἄρα ὄνομα ψεῦδος καὶ ἀληθὲς λέγειν, εἴπερ καὶ λόγον;ΕΡΜ.
πῶς γὰρ οὔ;ΣΩ.
ὃ ἂν ἄρα ἕκαστος φῇ τῳ ὄνομα εἶναι, τοῦτό ἐστιν ἑκάστῳ ὄνομα;ΕΡΜ.
ναί.ΣΩ.
ἦ καὶ ὁπόσα ἂν φῇ τις ἑκάστῳ ὀνόματα εἶναι, τοσαῦτα ἔσται καὶ τότε ὁπόταν φῇ;ΕΡΜ.
οὐ γὰρ ἔχω ἔγωγε, ὦ Σώκρατες, ὀνόματος ἄλλην ὀρθότητα ἢ ταύτην, ἐμοὶ μὲν ἕτερον εἶναι καλεῖν ἑκάστῳ ὄνομα, ὃ ἐγὼ ἐθέμην, σοὶ δὲ ἕτερον, ὃ αὖ σύ. οὕτω δὲ καὶ 385e ταῖς πόλεσιν ὁρῶ ἰδίᾳ ἑκάσταις ἐνίοις ἐπὶ τοῖς αὐτοῖς κείμενα ὀνόματα, καὶ Ἕλλησι παρὰ τοὺς ἄλλους Ἕλληνας, καὶ Ἕλλησι παρὰ βαρβάρους.Cratylus. Plato. ed. John Burnet. Oxford. 1905.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.