Οἱ λοιποὶ δὲ δύο μύες ἔξωθεν μὲν ἐπιβέβληνται τῷ μήκει
τῆς κάτω γένυος, παραφερόμενοι δὲ καὶ καταφερόμενοι
ταῖς δύο κεφαλαῖς αὐτῶν πρός τε τὸ μῆλον ἀνατείνονται
καὶ τὸ ζύγωμα, δύο κατ’ ἀλήθειαν ἑκατέρωθεν ὄντες καὶ
οὐχ εἷς· ἀλλήλων γὰρ διαδέχονται τὴν ἐν ταῖς μασσήσεσιν
ἐνέργειάν τε καὶ χρείαν· ὁ μὲν εἰς τὸ πρόσω τὴν γένυν κινῶν,
ὁ δὲ εἰς τοὐπίσω. καὶ μὲν δὴ καὶ εἰς τοὺς κροταφίτας
οἱ μύες οὗτοι συμφύονται κατὰ τοῦ ζυγώματος ἔνδον.
De musculorum dissectione ad tirones. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1830.
Funding provided by Andrew W. Mellon Foundation.