εἰς τὴν ἔκφυσιν ἐμβάλλοντας αὐτοῦ, δύο δὲ ἄλλους συμφυεῖς
ἢ ἕνα διφυῆ σαρκώδη, κατώθεν μὲν ὑποκειμένους αὐτῷ μᾶλλον οὐ μὴν ἀλλὰ καὶ περιλαμβάνοντας ἐν κύκλῳ. τούτων
μὲν οὖν εἰς οὐδὲν σαφῶς ὀστοῦν ἀνήκουσιν αἱ κεφαλαὶ,
τῶν δ’ ἄλλων δυοῖν εἰς τὰ τῆς ἥβης ὀστᾶ ὀνομαζόμενα,
δύνανται δὲ ἅπαντες οἱ προειρημένοι τέσσαρες μύες, τό τ’
ἀῤῥεπὲς ἐν ταῖς ἐκτάσεσι παρέχειν τῷ αἰδοίῳ καὶ τὰς ἐν
τῷ διασείειν τε καὶ ἀνασείειν αὐτοῦ κινήσεις.
De musculorum dissectione ad tirones. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1830.
Funding provided by Andrew W. Mellon Foundation.