εἰς ἣν ἑκατέρου τὸ στόμα ἀνήκει. καλοῦσι δὲ αὐτὴν μὲν
τὴν χώραν ἰσθμὸν, ἐπειδὴ στενὴ καὶ προμήκης ἐστὶ, τὸ περιέχον δὲ αὐτὴν σῶμα φάρυγγα, καθ’ ἣν ἑκατέρωθεν εἷς
ἐστι μῦς ἔν τε τῷ φωνεῖν καὶ καταπίνειν ἐνεργῶν, ἡ κεφαλὴ
δὲ αὐτῶν πλησίον τέτακται τοῖς κάτωθεν ἀνιοῦσιν
εἰς τὰ πλάγια τῆς γλώσσης μυσίν.
De musculorum dissectione ad tirones. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1830.
Funding provided by Andrew W. Mellon Foundation.