τε καὶ στενοῦντες αὐτὴν, ἐπειδὰν ταθῶσιν ἀντισπῶντες
καὶ τὸ ἰοειδὲς ὀστοῦν καὶ τὸν λάρυγγα. ἄρχονται
δὲ αὐτῶν οἱ μὲν μείζους ἐκ τοῦ κάτω πέρατος τῆς εὐθείας
γραμμῆς τοῦ ἰοειδοῦς, εἶτα κατὰ τὸ μῆκος ὅλης τῆς ἀρτηρίας
ἐνεχθέντες ἐμφύονται τῷ στέρνῳ κατὰ τὰ ἔνδον μέρη.
δόξειαν δ’ ἄν σοί ποτε καὶ διφυεῖς ὑπάρχειν οἱ δύο μύες
οὗτοι· ἄλλοι δὲ δύο ἀπὸ τῶν πλαγίων περιλαμβάνονται καὶ
κάτω μερῶν ἐκφυόμενοι τοῦ θυρεοειδοῦς χόνδρου τελευτῶσι
καὶ οὗτοι πρὸς τὸ στέρνον ἐκ τῶν πλαγίων περιλαμβάνοντες τὴν ἀρτηρίαν, μεμνημένων ἡμῶν ὡς ἐπὶ τῶν πιθήκων
ἅπαντα λέγεται ταῦτα. περὶ δὲ τῆς τῶν ἄλλων ζώων πρὸς
τούτους διαφορᾶς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται.
De musculorum dissectione ad tirones. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1830.
Funding provided by Andrew W. Mellon Foundation.