δὲ τὴν χεῖρα παρὰ τὸ ἀκρώμιον τοῦ ὑγιέος ὤμου ἴσχειν·
ἢν μὲν οὖν κατακέεσθαι τολμᾷ, ἀντιστήριγμά τι προστιθέναι
χρὴ, ὡς ἂν ὁ ὦμος ἀνωτάτω ἔῃ, ἢν δὲ περιίῃ,
σφενδόνην χρὴ ἐκ ταινίης περὶ τὸ ὀξὺ τοῦ ἀγκῶνος ποιήσαντα
ἀναλαμβάνειν περὶ τὸν αὐχένα.
δηλονότι τὴν κεφαλὴν τοῦ βραχίονος, ὡς συναπάγεται καὶ
τὸ τῆς κλειδὸς μέρος τὸ συνημμένον τῷ ἀκρωμίῳ, ἀλλ’ οὐκ
εἶναι χρείαν φησὶ τοιούτου σχήματος ὡς τὸ πολύ. γίγνεσθαι
γὰρ αὐτάρκως τὴν ἐπανόρθωσιν καὶ διὰ τοῦ προτέρου,
καθ’ ὃ περὶ τὰς πλευρὰς ὁ βραχίων παρατεταμένος
ἐπήγετο, τοῦ ἀγκῶνος αὐτόθι μένοντος, οὐχ ὥσπερ νῦν
ἐπὶ τὸ στῆθος παραγενομένου. τοῦτ’ οὖν παρέχειν ἐπὶ τὸ
στῆθος οὐχ ὡς ἀχρήστου τοῦ προτέρου φευκτέον ἡμῖν ἐστιν,
ἀλλ’ ὡς καὶ διακινουμένου τὰ πολλὰ τῆς προκειμένης ἐνεργείας
κατορθοῦσθαι δυναμένης. εἰ δ’ ἐν τῷ πράττειν αὐτὴν
μὴ ὑπακούοι τὸ ἔργον, οὕτως ἐπὶ τὸ δεύτερον σχῆμα
μεταβησόμεθα.
De Humero iis Modis Prolapso quos Hippocrates non Vidit. Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.