χρόνον χρὴ προσδεῖν τὸν βραχίονα πρὸς τὰς πλευράς·
οὕτω γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη ἡ εὐρυχωρίη,
καθ’ ἣν μάλιστα ὀλισθαίνει ὁ βραχίων.
εἰπὼν· οὕτως γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη
εὐρυχωρίη, καθ’ ἣν ὀλισθαίνει ὁ βραχίων, δυνάμει
τοῦτο λέγων. ὅσῳπερ γὰρ ἡ οὐλὴ βραχυτέρα γένηται, τοσούτῳ
μᾶλλον εἰς ὀλίγον συναχθήσεται τὸ περὶ τὴν μασχάλην
δέρμα. μέγιστον δέ ἐστι τοῦτο πρὸς τὸ μὴ. ῥᾳδίως
ὀλισθαίνειν ἐνταῦθα τὸν βραχίονα.
De Humero iis Modis Prolapso quos Hippocrates non Vidit. Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.