μὲν συχνῷ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην, κατωτέρω
δὲ ὀλίγῳ τῆς κεφαλῆς τοῦ βραχίονος, καὶ τὸ μὲν
δέρμα τελέως χρὴ διακαίειν, βαθεῖαν δὲ μηδὲ κάρτα ταύτην
ποιέειν· πολέμιον γὰρ τὸ πῦρ νεύροισιν.
ὦμον ἄρθρον ἐκπῖπτον ἀφίκετο τῷ λόγῳ, αὕτη δέ ἐστιν ἐν
τοῖς ἔξω μέρεσι τῆς πρόσω χώρας, εἰς ἣν καὶ αὐτὴν ἑώραταί
μοι ἅπαξ ἐκπεσὼν ὁ βραχίων. οὐκ ὀρθῶς δὲ ἐν τοῖς
πλείστοις τῶν ἀντιγράφων ἡ λέξις οὕτως γέγραπται, ὀπισθίην
τε αὖ ἄλλην ἐσχάρην· οὐ γὰρ ὄπισθεν ὁ τόπος οὗτός
ἐστι τῆς διαρθρώσεως, ἀλλ’ ἔξωθεν. εἰ γοῦν τις ἀκριβῶς
ἐθέλοι διορίσαι τοὺς περικειμένους τόπους τῇ κατ’ ὦμον διαρθρώσει πλάτος ἔχοντας, δῆλον ὅτι νοῶν μὲν ἅπαντας ἐν
μὲν τοῖς πρόσω μέσην μὲν εἶναί τινα γραμμὴν ἀπλατῆ,
νοουμένην ἀκριβῶς μέσην, ἄνωθεν κατὰ μῆκος τοῦ βραχίονος
318 τεταμένην, ἐπὶ πλάτει δ’ ἑκατέρωθεν ὁριζομένην
τὸ πρόσω· κατὰ μὲν τὴν ἔνδον χώραν ὑπὸ τῆς ὠμιαίας
φλεβὸς, ἔξωθεν δὲ μέχρι τοσούτου πάλιν ἄλλου δή τινος
διαστήματος, ὧν ἡ φλὲψ αὕτη τῆς ἀπλατοῦς ἀφέστηκεν.
οὗτοι μὲν οὖν ὅροι τῆς πρόσω χώρας, ἐφ’ ἑκάτερα δὲ τῶν
δύο ἕτεροι, ἀφ’ ἦς οἱ κατὰ τὴν μασχάλην τένοντες, ὁ μὲν
τὴν ἔνδον ὁρίζων χώραν, ὁ δὲ τὴν ἔξω. τὴν μὲν ἔνδον
χώραν τῆς διαρθρώσεως νοεῖσθαί σοι τοῦ μετὰ τῆς φλεβὸς
καὶ οὐ μεταξὺ τῆς μασχάλης περιγράφοντος ἔξωθεν τένοντος·
ἔτι τε τῆς γραμμῆς ἐκείνης, ὧν ἠξίουν ἀπέχειν διαστημάτων
μεταξὺ διάστημά τι τῆς ὠμιαίας φλεβὸς καὶ τῆς
τ’ ἀκριβῶς προσθίας μέσης γραμμῆς, ὥστε κατ’ αὐτὴν
διαίρεσιν, ὅσον ὑψηλότερόν ἐστι τοῦ κατὰ τὴν μασχάλην ἔξωθεν 593 τένοντος οὐκ ἂν ὀπίσω τῆς διαρθρώσεώς
ἐστι τὸ σιμὸν τῆς ὠμοπλάτης, ὥσπερ γε καὶ τὸ κατ’ ὦμον
ἡ μασχάλη, τὸ δ’ ἄνω μεταξὺ τοῦ τ’ ἀκρωμίου καὶ τῆς κεφαλῆς
τοῦ βραχίονος.
De Humero iis Modis Prolapso quos Hippocrates non Vidit. Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.