ἐξωτέρω τῶν ἀδένων ἐπὶ πλεῖστον ἀπολαμβάνειν, ἀσινέα
γάρ. γινώσκειν δὲ χρὴ ὅτι εἰ μὲν ἰσχυρῶς τὸν βραχίονα
ἀνατείνοις, οὐ δυνήσῃ τοῦ δέρματος ἀπολαβεῖν οὐδὲν
τοῦ ὑπὸ τῇ μασχάλῃ, ὅ τι καὶ ἄξιον λόγου κατατεῖναι.
οὕτως ὀνομάζων τὰ νεῦρα. γελοίως οὖν ἔνιοι τῶν
νεωτέρων ἰατρῶν οἴονται τόνους τούτους ἐκεῖνα τὰ νεῦρα
μόνον προσαγορεύειν νῦν ὅσα κατὰ τὴν συζυγίαν ἐξ ἐγκεφάλου
πέφυκεν, ἐπειδὴ κατὰ τὸ βιβλίον τῶν ἐπιδημιῶν ἔφη·
δύο δὲ τόνοι ἀπ’ ἐγκεφάλου παρὰ τὸ ὀστέον τοῦ μεγάλου
σπονδύλου καὶ τὰ τούτων ἐφεξῆς. τὰ γὰρ ἐπὶ χεῖρας φερόμενα
πρὸς ἁπάντων ὁμολογεῖται τῶν ἀνατομικῶν ἀπὸ τοῦ
κατὰ τὸν τράχηλον ἐκφύεσθαι 315 νωτιαίου, καθ’ ἃ
μέρη πλησιάζει τῷ θώρακι καὶ ὡς φαίνεται ταῦτα προσαγορεύων τόνους ἔν τε τῇ νῦν εἰρημένῃ ῥήσει καὶ μετ’ αὐτὴν
πάλιν ἐφεξῆς δίς. καὶ κατώτερον δὲ πάλιν ἐν τοῖς περὶ
τῆς ῥάχεως λόγοις τόνους ὀνομάζει νεῦρα.
De Humero iis Modis Prolapso quos Hippocrates non Vidit. Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.