αὐτέοισι τῶν ἄρθρων. ὅμως οὐ δύνανται ἐς τὰ
ὅμοια σχήματα καθιστάναι, ἐς οἶά περ τὸ ὑγιαῖνον σῶμα
σχηματίζεται. προξυνιέναι δὲ δεῖ οὖν καὶ ἐννοεῖν καὶ τὸ
τοιόνδε σχῆμα χρὴ, ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ
τοῦ βραχίονος φαίνεται ἐγκειμένη, πολλῷ μᾶλλον τοῦ
ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος. τοῦτο δὲ ἄνωθεν κατὰ τὴν
ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον καὶ τὸ τοῦ ἀκρωμίου
ὀστέου ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος τοῦ ἄρθρου ἐς
τὸ κάτω τοῦ χωρίου.
ἐν τῷ νῦν λόγῳ περὶ τὰ σχήματα γιγνομένην, 590
ἐνίοτε γὰρ οὐ δύνανταί τινα σχήματα περιτιθέναι τοῖς πεπονθόσι
κώλοις. οἱ κάμνοντες δὲ οὐ δι’ ἔκπτωσιν ἄρθρου
τοῦτο πάσχουσι, ἀλλὰ δι’ ὀδύνην ἢ σύστασιν μυός. ἐφεξῆς
δὲ ἑτέραν ἄγνοιαν διδάσκει.
De Humero iis Modis Prolapso quos Hippocrates non Vidit. Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.