βόες ὅτι μάλιστα πονέουσι ταύτην τὴν ὥρην καὶ
βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. τούτοισι
τοίνυν ἐκπίπτει μάλιστα, οὗτοι γὰρ μάλιστα λεπτύνονται·
τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχεῖαν τὴν πόην βόσκεσθαι, βοῦς δὲ οὐ μάλα, πρὶν βαθεῖα
γένηται. τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ ἡ προβολὴ
τοῦ χείλεος, λεπτὴ δὲ ἡ ἄνω γνάθος, παχεῖα δὲ
καὶ ἀμβλεῖα ἡ ἄνω γνάθος, διὰ ταῦτα ὑποβάλλειν εἰς τὰς
βραχεῖας πόας οὐ δύνανται.
ἐν τῷ περὶ ἱερῆς νόσου γέγραπται κατὰ λέξιν οὕτως· οὐκ
ἔστιν ἄλλο πρόβατον οὐδὲν ἢ βόες καὶ αἶγες. καὶ τὸ παρὰ
τῷ ποιητῇ τοιοῦτόν ἐστιν, ἔνθα φησί·
ἄλλοι οὕτως τῶν παλαιῶν τῇ φωνῇ.
De Humero iis Modis Prolapso quos Hippocrates non Vidit. Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.